previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς δὲ ταύτην τὴν ἐπιβολὴν πρῶτον μὲν τὴν πρὸς αὐτὸν εὔνοιαν κατεσκεύασε πᾶσι τοῖς κατ᾽ Αἴγυπτον, ἡγούμενος δεῖν τοὺς μὲν συστρατεύοντας ἑτοίμως ὑπὲρ τῶν ἡγουμένων ἀποθνήσκειν, τοὺς δ᾽ ἀπολειπομένους ἐπὶ τῶν πατρίδων μηδὲν νεωτερίζειν, εἰ μέλλει τὴν προαίρεσιν ἐπὶ τέλος ἄξειν. [2] διὸ καὶ πάντας ἐκ τῶν ἐνδεχομένων εὐηργέτει, τοὺς μὲν χρημάτων δωρεαῖς ἐκθεραπεύων, τοὺς δὲ χώρας δόσει, τινὰς δὲ τιμωρίας ἀπολύσει, πάντας δὲ ταῖς ὁμιλίαις καὶ τῇ τῶν τρόπων ἐπιεικείᾳ προσήγετο: τῶν τε γὰρ βασιλικῶν ἐγκλημάτων ἅπαντας ἀθῴους ἀφῆκε καὶ τοὺς πρὸς ἀργύριον συγκεκλειμένους ἀπέλυσε τοῦ χρέους, ὄντος πολλοῦ πλήθους ἀνθρώπων ἐν ταῖς φυλακαῖς. [3] τὴν δὲ χώραν ἅπασαν εἰς ἓξ καὶ τριάκοντα μέρη διελών, καλοῦσιν Αἰγύπτιοι νομούς, ἐπέστησεν ἅπασι νομάρχας τοὺς ἐπιμελησομένους τῶν τε προσόδων [p. 94] τῶν βασιλικῶν καὶ διοικήσοντας ἅπαντα τὰ κατὰ τὰς ἰδίας μερίδας. [4] ἐπελέξατο δὲ καὶ τούτων τῶν ἀνδρῶν τοὺς ταῖς ῥώμαις διαφέροντας καὶ συνεστήσατο στρατόπεδον ἄξιον τοῦ μεγέθους τῆς ἐπιβολῆς: κατέγραψε γὰρ πεζῶν μὲν ἑξήκοντα μυριάδας, ἱππεῖς δὲ δισμυρίους καὶ τετρακισχιλίους, ζεύγη δὲ πολεμιστήρια δισμύρια καὶ ἑπτακισχίλια. [5] ἐπὶ δὲ τὰς κατὰ μέρος ἡγεμονίας τῶν στρατιωτῶν ἔταξε τοὺς συντρόφους, ἐνηθληκότας μὲν ἤδη τοῖς πολέμοις, ἀρετὴν δ᾽ ἐζηλωκότας ἐκ παίδων, εὔνοιαν δὲ ἀδελφικὴν ἔχοντας πρός τε τὸν βασιλέα καὶ πρὸς ἀλλήλους, ὄντας τὸν ἀριθμὸν πλείους τῶν χιλίων καὶ ἑπτακοσίων. [6] πᾶσι δὲ τοῖς προειρημένοις κατεκληρούχησε τὴν ἀρίστην τὴς χώρας, ὅπως ἔχοντες ἱκανὰς προσόδους καὶ μηδενὸς ἐνδεεῖς ὄντες ἀσκῶσι τὰ περὶ τοὺς πολέμους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: