previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πολλῶν δὲ καὶ μεγάλων περὶ τὸν Σεσόωσιν ὑπαρξάντων δοκεῖ μεγαλοπρεπέστατον αὐτῷ γεγονέναι τὸ συντελούμενον ἐν ταῖς ἐξόδοις περὶ τοὺς ἡγεμόνας. [2] τῶν γὰρ καταπεπολεμημένων ἐθνῶν οἵ τε τὰς συγκεχωρημένας βασιλείας ἔχοντες καὶ τῶν ἄλλων οἱ τὰς μεγίστας ἡγεμονίας παρειληφότες ἀπήντων εἰς Αἴγυπτον ἐν τακτοῖς χρόνοις φέροντες δῶρα: οὓς βασιλεὺς ἐκδεχόμενος ἐν μὲν τοῖς ἄλλοις ἐτίμα καὶ διαφερόντως προῆγεν, ὁπότε δὲ πρὸς ἱερὸν πόλιν προσιέναι μέλλοι, τοὺς ἵππους ἀπὸ τοῦ τεθρίππου λύων ὑπεζεύγνυεν ἀντὶ τούτων κατὰ τέτταρας τούς τε βασιλεῖς καὶ τοὺς ἄλλους ἡγεμόνας, ἐνδεικνύμενος, ὡς ᾤετο, πᾶσιν ὅτι τοὺς τῶν ἄλλων κρατίστους καὶ δι᾽ ἀρετὴν ἐπιφανεστάτους καταπολεμήσας εἰς ἅμιλλαν ἀρετῆς οὐκ ἔχει τὸν δυνάμενον συγκριθῆναι. [3] δοκεῖ δ᾽ οὗτος βασιλεὺς πάντας τοὺς πώποτε γενομένους ἐν ἐξουσίαις ὑπερβεβηκέναι ταῖς τε πολεμικαῖς πράξεσι καὶ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν τε ἀναθημάτων καὶ τῶν ἔργων τῶν κατεσκευασμένων κατ᾽ Αἴγυπτον. ἔτη δὲ τρία πρὸς τοῖς τριάκοντα βασιλεύσας ἐκ προαιρέσεως ἐξέλιπε τὸν βίον, ὑπολιπόντων αὐτὸν τῶν ὀμμάτων: καὶ τοῦτο πράξας οὐ μόνον παρὰ τοῖς ἱερεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Αἰγυπτίοις ἐθαυμάσθη, δόξας τῇ μεγαλοψυχίᾳ τῶν πεπραγμένων ἀκόλουθον πεποιῆσθαι τὴν τοῦ βίου καταστροφήν. [4] ἐπὶ τοσοῦτο δ᾽ ἴσχυσε καὶ διέτεινε τοῖς χρόνοις δόξα τούτου τοῦ βασιλέως ὥστε τῆς [p. 101] Αἰγύπτου πολλαῖς γενεαῖς ὕστερον πεσούσης ὑπὸ τὴν ἐξουσίαν τῶν Περσῶν, καὶ Δαρείου τοῦ Ξέρξου πατρὸς σπουδάσαντος ἐν Μέμφει τὴν ἰδίαν εἰκόνα στῆσαι πρὸ τῆς Σεσοώσιος, μὲν ἀρχιερεὺς ἀντεῖπε λόγου προτεθέντος ἐν ἐκκλησίᾳ τῶν ἱερέων, ἀποφηνάμενος ὡς οὔπω Δαρεῖος ὑπερβέβηκε τὰς Σεσοώσιος πράξεις, δὲ βασιλεὺς οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ τοὐναντίον ἡσθεὶς ἐπὶ τῇ παρρησίᾳ σπουδάσειν ἔφησεν ὅπως κατὰ μηδὲν ἐκείνου λειφθείη βιώσας τὸν ἴσον χρόνον, καὶ παρεκάλει συγκρίνειν τὰς ἡλικιώτιδας πράξεις: τοῦτον γὰρ δικαιότατον ἔλεγχον εἶναι τῆς ἀρετῆς. [5] περὶ μὲν οὖν Σεσοώσιος ἀρκεσθησόμεθα τοῖς λόγοις τοῖς ῥηθεῖσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: