previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτῳ δὲ τῷ τρόπῳ τὰς κρίσεις πάσας συντελεῖν τοὺς Αἰγυπτίους, νομίζοντας ἐκ μὲν τοῦ λέγειν τοὺς συνηγόρους πολλὰ τοῖς δικαίοις ἐπισκοτήσειν: καὶ γὰρ τὰς τέχνας τῶν ῥητόρων καὶ τὴν τῆς ὑποκρίσεως γοητείαν καὶ τὰ τῶν κινδυνευόντων δάκρυα πολλοὺς προτρέπεσθαι παρορᾶν τὸ τῶν νόμων ἀπότομον καὶ τὴν τῆς ἀληθείας ἀκρίβειαν: [2] θεωρεῖσθαι γοῦν τοὺς ἐπαινουμένους ἐν τῷ κρίνειν πολλάκις δι᾽ ἀπάτην διὰ ψυχαγωγίαν διὰ τὸ πρὸς τὸν ἔλεον πάθος συνεκφερομένους τῇ δυνάμει τῶν συνηγορούντων: ἐκ δὲ τοῦ γράφειν τὰ δίκαια τοὺς ἀντιδίκους ᾤοντο τὰς κρίσεις ἀκριβεῖς ἔσεσθαι, γυμνῶν τῶν πραγμάτων θεωρουμένων. [3] οὕτω γὰρ ἂν μάλιστα μήτε τοὺς εὐφυεῖς τῶν βραδυτέρων πλεονεκτήσειν μήτε τοὺς ἐνηθληκότας [p. 130] τῶν ἀπείρων μήτε τοὺς ψεύστας καὶ τολμηροὺς τῶν φιλαλήθων καὶ κατεσταλμένων τοῖς ἤθεσι, πάντας δ᾽ ἐπ᾽ ἴσης τεύξεσθαι τῶν δικαίων, ἱκανὸν χρόνον ἐκ τῶν νόμων λαμβανόντων τῶν μὲν ἀντιδίκων ἐξετάσαι τὰ παρ᾽ ἀλλήλων, τῶν δὲ δικαστῶν συγκρῖναι τὰ παρ᾽ ἀμφοτέρων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: