previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ υἱὸς αὐτοῦ διαδεξάμενος τὴν βασιλείαν καὶ τὴν τοῦ πατρὸς προσηγορίαν ἑαυτῷ περιθέμενος πρᾶξιν μὲν πολεμικὴν μνήμης ἀξίαν οὐδ᾽ ἡντινοῦν συνετελέσατο, συμπτώματι δὲ περιέπεσεν ἰδιάζοντι. [2] ἐστερήθη μὲν γὰρ τῆς ὁράσεως εἴτε διὰ τὴν πρὸς τὸν πατέρα τῆς φύσεως κοινωνίαν εἴθ᾽, ὥς τινες μυθολογοῦσι, διὰ τὴν εἰς τὸν ποταμὸν ἀσέβειαν, ἐν χειμαζόμενός ποτε τὸ φερόμενον ῥεῦμα κατηκόντισε: διὰ δὲ τὴν ἀτυχίαν ἀναγκασθεὶς καταφυγεῖν ἐπὶ τὴν τῶν θεῶν βοήθειαν, ἐπὶ χρόνους ἱκανοὺς πλείσταις θυσίαις καὶ τιμαῖς τὸ θεῖον ἐξιλασκόμενος λασκόμενος οὐδεμιᾶς ἐτύγχανε πολυωρίας: [3] τῷ δεκάτῳ δ᾽ ἔτει μαντείας αὐτῷ γενομένης τιμῆσαί τε [p. 102] τὸν θεὸν τὸν ἐν Ἡλιουπόλει καὶ γυναικὸς οὔρῳ νίζεσθαι τὸ πρόσωπον ἥτις ἑτέρου πεῖραν ἀνδρὸς οὐκ εἴληφε, τῶν μὲν γυναικῶν ἀπὸ τῆς ἰδίας ἀρξάμενος καὶ πολλὰς ἐξετάσας οὐδεμίαν εὗρεν ἀδιάφθορον πλὴν κηπουροῦ τινος, ἣν ὑγιὴς γενόμενος ἔγημε: τὰς δ᾽ ἄλλας ζώσας ἐν κώμῃ τινὶ κατέκαυσεν, ἣν Αἰγύπτιοι διὰ τὸ σύμπτωμα τοῦτο προσηγόρευσαν ἱερὰν βῶλον: [4] τῷ δ᾽ ἐν Ἡλιουπόλει θεῷ τὰς χάριτας ἀπονέμων τῆς εὐεργεσίας κατὰ τὸν χρησμὸν ὀβελίσκους ἀνέθηκε δύο μονολίθους, τὸ μὲν πλάτος ὀκτώ, τὸ δὲ μῆκος πηχῶν ἑκατόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: