previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τὰ μετὰ τὴν τελευτὴν δὲ γινόμενα τῶν βασιλέων παρὰ τοῖς Αἰγυπτίοις οὐ μικρὰν ἀπόδειξιν εἶχε τῆς τοῦ πλήθους εὐνοίας εἰς τοὺς ἡγουμένους: εἰς ἀνεπαίσθητον γὰρ χάριν τιμὴ τιθεμένη μαρτυρίαν ἀνόθευτον περιεῖχε τῆς ἀληθείας. [2] ὁπότε γὰρ ἐκλείποι τις τὸν βίον τῶν βασιλέων, πάντες οἱ κατὰ [p. 123] τὴν Αἴγυπτον κοινὸν ἀνῃροῦντο πένθος, καὶ τὰς μὲν ἐσθῆτας κατερρήττοντο, τὰ δ᾽ ἱερὰ συνέκλειον καὶ τὰς θυσίας ἐπεῖχον καὶ τὰς ἑορτὰς οὐκ ἦγον ἐφ᾽ ἡμέρας ἑβδομήκοντα καὶ δύο: καταπεπλασμένοι δὲ τὰς κεφαλὰς πηλῷ καὶ περιεζωσμένοι σινδόνας ὑποκάτω τῶν μαστῶν ὁμοίως ἄνδρες καὶ γυναῖκες περιῇσαν ἀθροισθέντες κατὰ διακοσίους τριακοσίους, καὶ τὸν μὲν θρῆνον ἐν ῥυθμῷ μετ᾽ ᾠδῆς ποιούμενοι δὶς τῆς ἡμέρας ἐτίμων ἐγκωμίοις, ἀνακαλούμενοι τὴν ἀρετὴν τοῦ τετελευτηκότος, τροφὴν δ᾽ οὔτε τὴν ἀπὸ τῶν ἐμψύχων οὔτε τὴν ἀπὸ τοῦ πυροῦ προσεφέροντο, τοῦ τε οἴνου καὶ πάσης πολυτελείας ἀπείχοντο. [3] οὐδεὶς δ᾽ ἂν οὔτε λουτροῖς οὔτ᾽ ἀλείμμασιν οὔτε στρωμναῖς προείλετο χρῆσθαι, οὐ μὴν οὐδὲ πρὸς τὰ ἀφροδίσια προσελθεῖν ἂν ἐτόλμησεν, ἀλλὰ καθάπερ ἀγαπητοῦ τέκνου τελευτήσαντος ἕκαστος περιώδυνος γινόμενος ἐπένθει τὰς εἰρημένας ἡμέρας. [4] ἐν δὲ τούτῳ τῷ χρόνῳ τὰ πρὸς ταφὴν λαμπρῶς παρεσκευασμένοι, καὶ τῇ τελευταίᾳ τῶν ἡμερῶν θέντες τὴν τὸ σῶμα ἔχουσαν λάρνακα πρὸ τῆς εἰς τὸν τάφον εἰσόδου, προετίθεσαν κατὰ νόμον τῷ τετελευτηκότι κριτήριον τῶν ἐν τῷ βίῳ πραχθέντων. [5] δοθείσης δ᾽ ἐξουσίας τῷ βουλομένῳ κατηγορεῖν, οἱ μὲν ἱερεῖς ἐνεκωμίαζον ἕκαστα τῶν καλῶς αὐτῷ πραχθέντων διεξιόντες, αἰ δὲ πρὸς τὴν ἐκφορὰν συνηγμέναι μυριάδες τῶν ὄχλων ἀκούουσαι συνεπευφήμουν, εἰ τύχοι καλῶς βεβιωκώς, εἰ [p. 124] [6] δὲ μή, τοὐναντίον ἐθορύβουν. καὶ πολλοὶ τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους ἐναντίωσιν ἀπεστερήθησαν τῆς ἐμφανοῦς καὶ νομίμου ταφῆς: διὸ καὶ συνέβαινε τοὺς τὴν βασιλείαν διαδεχομένους μὴ μόνον διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας δικαιοπραγεῖν, ἀλλὰ καὶ διὰ τὸν φόβον τῆς μετὰ τὴν τελευτὴν ἐσομένης ὕβρεώς τε τοῦ σώματος καὶ βλασφημίας εἰς ἅπαντα τὸν αἰῶνα. τῶν μὲν οὖν περὶ τοὺς ἀρχαίους βασιλεῖς νομίμων τὰ μέγιστα ταῦτ᾽ ἔστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: