previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καθόλου δὲ πολλή τίς ἐστι διαφωνία περὶ τούτων τῶν θεῶν. τὴν αὐτὴν γὰρ οἱ μὲν Ἶσιν, οἱ δὲ Δήμητραν, οἱ δὲ Θεσμοφόρον, οἱ δὲ Σελήνην, οἱ δὲ Ἥραν, οἱ δὲ πάσαις ταῖς προσηγορίαις ὀνομάζουσι. [2] τὸν δὲ Ὄσιριν οἱ μὲν Σάραπιν, οἱ δὲ Διόνυσον, οἱ δὲ Πλούτωνα, οἱ δὲ Ἄμμωνα, τινὲς δὲ Δία, πολλοὶ δὲ Πᾶνα τὸν αὐτὸν νενομίκασι: λέγουσι [p. 40] δέ τινες Σάραπιν εἶναι τὸν παρὰ τοῖς Ἕλλησι Πλούτωνα ὀνομαζόμενον. φασὶ δ᾽ Αἰγύπτιοι τὴν Ἶσιν φαρμάκων τε πολλῶν πρὸς ὑγίειαν εὑρέτιν γεγονέναι καὶ τῆς ἰατρικῆς ἐπιστήμης μεγάλην ἔχειν ἐμπειρίαν: [3] διὸ καὶ τυχοῦσαν τῆς ἀθανασίας ἐπὶ ταῖς θεραπείαις τῶν ἀνθρώπων μάλιστα χαίρειν, καὶ κατὰ τοὺς ὕπνους τοῖς ἀξιοῦσι διδόναι βοηθήματα, φανερῶς ἐπιδεικνυμένην τήν τε ἰδίαν ἐπιφάνειαν καὶ τὸ πρὸς τοὺς δεομένους τῶν ἀνθρώπων εὐεργετικόν. [4] ἀποδείξεις δὲ τούτων φασὶ φέρειν ἑαυτοὺς οὐ μυθολογίας ὁμοίως τοῖς Ἕλλησιν, ἀλλὰ πράξεις ἐναργεῖς: πᾶσαν γὰρ σχεδὸν τὴν οἰκουμένην μαρτυρεῖν ἑαυτοῖς, εἰς τὰς ταύτης τιμὰς φιλοτιμουμένην διὰ τὴν ἐν ταῖς θεραπείαις ἐπιφάνειαν. [5] κατὰ γὰρ τοὺς ὕπνους ἐφισταμένην διδόναι τοῖς κάμνουσι βοηθήματα πρὸς τὰς νόσους, καὶ τοὺς ὑπακούσαντας αὐτῇ παραδόξως ὑγιάζεσθαι: καὶ πολλοὺς μὲν ὑπὸ τῶν ἰατρῶν διὰ τὴν δυσκολίαν τοῦ νοσήματος ἀπελπισθέντας ὑπὸ ταύτης σώζεσθαι, συχνοὺς δὲ παντελῶς πηρωθέντας τὰς ὁράσεις τινα τῶν ἄλλων μερῶν τοῦ σώματος, ὅταν πρὸς ταύτην τὴν θεὸν καταφύγωσιν, εἰς τὴν προϋπάρξασαν ἀποκαθίστασθαι τάξιν. [6] εὑρεῖν δ᾽ αὐτὴν καὶ τὸ τῆς ἀθανασίας φάρμακον, δι᾽ οὗ τὸν υἱὸν Ὧρον, ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα καὶ νεκρὸν εὑρεθέντα καθ᾽ ὕδατος, μὴ μόνον ἀναστῆσαι, δοῦσαν τὴν ψυχήν, [7] ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν. δοκεῖ δ᾽ ὕστατος τῶν θεῶν οὗτος βασιλεῦσαι μετὰ τὴν [p. 41] τοῦ πατρὸς Ὀσίριδος ἐξ ἀνθρώπων μετάστασιν. τὸν δὲ Ὧρον μεθερμηνευόμενόν φασιν Ἀπόλλωνα ὑπάρχειν, καὶ τήν τε ἰατρικὴν καὶ τὴν μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα διὰ τῶν χρησμῶν καὶ τῶν θεραπειῶν εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: