previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀριστοτέλης δὲ ὁρίζεται τὴν περίοδον οὕτως, ῾περίοδός ἐστι λέξις ἀρχὴν ἔχουσα καὶ τελευτήν,᾿ μάλα [p. 74] καλῶς καὶ πρεπόντως ὁρισάμενος: εὐθὺς γὰρ τὴν περίοδον λέγων ἐμφαίνει, ὅτι ἦρκταί ποθεν καὶ ἀποτελευτήσει ποι καὶ ἐπείγεται εἴς τι τέλος, ὥσπερ οἱ δρομεῖς ἀφεθέντες: καὶ γὰρ ἐκείνων συνεμφαίνεται τῇ ἀρχῇ τοῦ δρόμου τὸ τέλος. ἔνθεν καὶ περίοδος ὠνομάσθη, ἀπεικασθεῖσα ταῖς ὁδοῖς ταῖς κυκλοειδέσι καὶ περιωδευμέναις. καθόλου οὐδὲν περίοδός ἐστι πλὴν ποιὰ σύνθεσις. εἰ γοῦν λυθείη αὐτῆς τὸ περιωδευμένον καὶ μετασυντεθείη, τὰ μὲν πράγματα μένει τὰ αὐτά, περίοδος δὲ οὐκ ἔσται, οἷον εἰ τὴν προειρημένην τις τοῦ Δημοσθένους περίοδον ἀναστρέψας εἴποι ὧδέ πως, ῾συνερῶ τούτοις, ἄνδρες Ἀθηναῖοι: φίλος γάρ μοί ἐστιν υἱὸς Χαβρίου, πολὺ δὲ μᾶλλον τούτου πόλις, συνειπεῖν με δίκαιόν ἐστιν.᾿ οὐ γὰρ ἔτι οὐδαμοῦ περίοδος εὑρίσκεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: