Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φεύγειν δὲ καὶ τὰς πλαγιότητας: καὶ γὰρ τοῦτο ἀσαφές, ὥσπερ ἡ Φιλίστου λέξις. συντομώτερον δὲ παράδειγμα [p. 162] πλαγίας λέξεως καὶ διὰ τοῦτο ἀσαφοῦς τὸ παρὰ Ξενοφῶντι, οἷον ῾καὶ ὅτι τριήρεις ἤκουεν περιπλεούσας ἀπ̓ Ἰωνίας εἰς Κιλικίαν Τάμον ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου.᾿ τοῦτο γὰρ ἐξ εὐθείας μὲν ὧδέ πως λέγοιτο: ῾τριήρεις προσεδοκῶντο εἰς Κιλικίαν πολλαὶ μὲν Λάκαιναι, πολλαὶ δὲ Περσίδες, Κύρῳ ναυπηγηθεῖσαι ἐπ̓ αὐτῷ τούτῳ. ἔπλεον δ̓ ἀπ̓ Ἰωνίας: ναύαρχος δ̓ αὐταῖς ἐπεστάτει Τάμος Αἰγύπτιος.᾿ μακρότερον μὲν οὕτως ἐγένετο ἴσως, σαφέστερον δέ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.