Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θουκυδίδης μέντοι κἂν λάβῃ παρὰ ποιητοῦ τι, ἰδίως αὐτῷ χρώμενος ἴδιον τὸ ληφθὲν ποιεῖ, οἷον ὁ μὲν ποιητὴς ἐπὶ τῆς Κρήτης ἔφη, Κρήτη τις γαἶ ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίρρυτος. ὁ μὲν δὴ ἐπὶ τοῦ μεγέθους ἐχρήσατο τῷ ῾περίρρυτος,᾿ ὁ δὲ Θουκυδίδης ὁμονοεῖν τοὺς Σικελιώτας καλὸν οἴεται εἶναι, γῆς ὄντας μιᾶς καὶ περιρρύτου, καὶ ταὐτὰ πάντα εἰπών, γῆν τε ἀντὶ νήσου καὶ περίρρυτον ὡσαύτως, ὅμως ἕτερα λέγειν δοκεῖ, διότι οὐχ ὡς πρὸς μέγεθος, ἀλλὰ πρὸς [p. 124] ὁμόνοιαν αὐτοῖς ἐχρήσατο. περὶ μὲν δὴ μεγαλοπρεπείας τοσαῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.