Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὁ γλαφυρὸς λόγος χαριεντισμὸς καὶ ἱλαρὸς λόγος ἐστί. τῶν δὲ χαρίτων αἱ μέν εἰσι μείζονες καὶ σεμνότεραι, αἱ τῶν ποιητῶν, αἱ δὲ εὐτελεῖς μᾶλλον καὶ κωμικώτεραι, σκώμμασιν ἐοικυῖαι, οἷον αἱ Ἀριστοτέλους χάριτες καὶ Σώφρονος καὶ Λυσίου: τὸ γὰρ ῾ἧς ῥᾷον ἄν τις ἀριθμήσειεν τοὺς ὀδόντας ἢ τοὺς δακτύλους,᾿ τὸ ἐπὶ τῆς πρεσβύτιδος, καὶ τὸ ῾ὅσας ἄξιος ἦν λαβεῖν πληγάς, τοσαύτας εἴληφεν δραχμάς,᾿ οἱ τοιοῦτοι ἀστεϊσμοὶ οὐδὲν διαφέρουσιν σκωμμάτων, οὐδὲ πόρρω γελωτοποιΐας εἰσί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.