Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τὸν δὲ Νιρέα, αὐτόν τε ὄντα μικρὸν καὶ τὰ πράγματα αὐτοῦ μικρότερα, τρεῖς ναῦς καὶ ὀλίγους ἄνδρας, μέγαν καὶ μεγάλα ἐποίησεν καὶ πολλὰ ἀντ̓ ὀλίγων, τῷ σχήματι διπλῷ καὶ μικτῷ χρησάμενος ἐξ ἐπαναφορᾶς τε καὶ διαλύσεως. ῾Νιρεὺς γάρ,᾿ φησι, ῾τρεῖς νῆας ἄγεν, Νιρεὺς Ἀγλαΐης υἱός, Νιρεύς, ὃς κάλλιστος ἀνήρ:᾿ ἥ τε γὰρ ἐπαναφορὰ τῆς λέξεως ἐπὶ τὸ αὐτὸ ὄνομα τὸν Νιρέα, καὶ ἡ διάλυσις, πλῆθός τι ἐμφαίνει πραγμάτων, καίτοι δύο ἢ τριῶν ὄντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.