Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Παράδειγμα δὲ βραχείας συνθέσεως τὸ ῾Λακεδαίμόνιοι Φιλίππῳ: Διονύσιος ἐν Κορίνθῳ.᾿ πολὺ γὰρ δεινότερον [p. 72] φαίνεται ῥηθὲν οὕτω βραχέως, ἢ εἴπερ αὐτὸ μακρῶς ἐκτείναντες εἶπον, ὅτι ὁ Διονύσιός ποτε μέγας ὢν τύραννος ὥσπερ σὺ ὅμως νῦν ἰδιωτεύων οἰκεῖ Κόρινθον. οὐ γὰρ ἔτι διὰ πολλῶν ῥηθὲν ἐπιπλήξει ἐῴκει, ἀλλὰ διηγήματι, καὶ μᾶλλόν τινι διδάσκοντι, οὐκ ἐκφοβοῦντι: οὕτως ἐκτεινόμενον ἐκλύεται τοῦ λόγου τὸ θυμικὸν καὶ σφοδρόν. ὥσπερ τὰ θηρία συστρέψαντα ἑαυτὰ μάχεται, τοιαύτη τις ἂν εἴη συστροφὴ καὶ λόγου καθάπερ ἐσπειραμένου πρὸς δεινότητα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.