Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πειρᾶσθαι δὲ μὴ εἰς μῆκος ἐκτείνειν τὰς περιαγωγάς: ῾ὁ γὰρ Ἀχελῷος ῥέων ἐκ Πίνδου ὄρους ἄνωθεν μὲν παρὰ Στράτον πόλιν ἐπὶ θάλασσαν διέξεισιν:᾿ ἀλλ̓ αὐτόθεν ἀπολήγειν καὶ ἀναπαύειν τὸν ἀκούοντα οὕτως: ῾ὁ γὰρ Ἀχελῷος ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἔξεισιν δὲ εἰς θάλασσαν:᾿ πολὺ γὰρ οὕτως σαφέστερον, ὥσπερ ἂν αἱ [p. 164] πολλὰ σημεῖα ἔχουσαι ὁδοὶ καὶ πολλὰς ἀναπαύλας: ἡγεμόσι γὰρ τὰ σημεῖα ἔοικεν, ἡ δὲ ἀσημείωτος καὶ μονοειδής, κἂν μικρὰ ᾖ, ἄδηλος δοκεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.