Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἡ συντομία δὲ πῆ μὲν μεγαλοπρεπής, καὶ μάλιστα ἡ ἀποσιώπησις: ἔνια γὰρ μὴ ῥηθέντα μείζονα φαίνεται καὶ ὑπονοηθέντα μᾶλλον: πῆ δὲ μικροπρεπής. καὶ γὰρ ἐν διλογίαις γίνεται μέγεθος, οἷον ὡς Ξενοφῶν, ῾τὰ δὲ ἅρματα ἐφέρετο,᾿ φησί, ῾τὰ μὲν δἰ αὐτῶν τῶν φιλίων, τὰ δὲ καὶ δἰ αὐτῶν τῶν πολεμίων.᾿ πολὺ γὰρ οὕτω μεῖζον, ἢ εἴπερ ὧδ̓ εἶπεν, ῾καὶ διὰ τῶν φιλίων, καὶ διὰ τῶν πολεμίων αὐτῶν.᾿
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.