Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἡ δὲ τοιαύτη βραχύτης κατὰ τὴν σύνθεσιν κόμμα ὀνομάζεται. ὁρίζονται δ̓ αὐτὸ ὧδε, κόμμα ἐστὶν τὸ κώλου ἔλαττον, οἷον τὸ προειρημένον, τό τε ῾Διονύσιος ἐν Κορίνθῳ,᾿ καὶ τὸ ῾γνῶθι σεαυτόν,᾿ καὶ τὸ ῾ἕπου θεῷ,᾿ τὰ τῶν σοφῶν. ἔστι γὰρ καὶ ἀποφθεγματικὸν ἡ βραχύτης καὶ γνωμολογικόν, καὶ σοφώτερον τὸ ἐν ὀλίγῳ πολλὴν διάνοιαν ἠθροῖσθαι, καθάπερ ἐν τοῖς σπέρμασιν δένδρων ὅλων δυνάμεις: εἰ δ̓ ἐκτείνοιτό τις τὴν γνώμην ἐν μακροῖς, διδασκαλία γίνεταί τις καὶ ῥητορεία ἀντὶ γνώμης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.