Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καίτοι τινές φασι δεῖν τὰ μικρὰ μεγάλως λέγειν, καὶ σημεῖον τοῦτο ἡγοῦνται ὑπερβαλλούσης δυνάμεως. ἐγὼ δὲ Πολυκράτει μὲν τῷ ῥήτορι συγχωρῶ ἐγκωμιάζοντι ὡς Ἀγαμέμνονα ἐν ἀντιθέτοις καὶ μεταφοραῖς καὶ πᾶσι τοῖς ἐγκωμιαστικοῖς τρόποις: ἔπαιζεν γάρ, οὐκ ἐσπούδαζεν, καὶ αὐτὸς τῆς γραφῆς ὁ ὄγκος παίγνιόν ἐστι. παίζειν μὲν δὴ ἐξέστω, ὥς φημι, τὸ δὲ πρέπον ἐν παντὶ πράγματι φυλακτέον, τοῦτ̓ ἔστι προσφόρως ἑρμηνευτέον, τὰ μὲν μικρὰ μικρῶς, τὰ μεγάλα δὲ μεγάλως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.