Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τῶν δὲ μικρῶν κώλων κἀν δεινότητι χρῆσίς ἐστι: δεινότερον γὰρ τὸ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον καὶ σφοδρότερον, διὸ καὶ οἱ Λάκωνες βραχυλόγοι ὑπὸ δεινότητος: καὶ τὸ μὲν ἐπιτάσσειν σύντομον καὶ βραχύ, καὶ πᾶς δεσπότης δούλῳ μονοσύλλαβος, τὸ δὲ ἱκετεύειν μακρὸν καὶ τὸ ὀδύρεσθαι. αἱ Λιταὶ καθ̓ Ὅμηρον καὶ χωλαὶ καὶ ῥυσαὶ ὑπὸ βραδυτῆτος, τουτέστιν ὑπὸ μακρολογίας, καὶ οἱ γέροντες μακρολόγοι διὰ τὴν ἀσθένειαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.