Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καθάπερ Ξενοφῶν ἐπὶ τοῦ Τηλεβόα ποταμοῦ μικροῦ ὄντος καὶ καλοῦ φησιν, ῾οὗτος δὲ ποταμὸς ἦν μέγας μὲν οὔ, καλὸς δέ:᾿ τῇ γὰρ βραχύτητι τῆς συνθέσεως καὶ τῇ ἀπολήξει τῇ εἰς τὸ ῾δἒ μόνον οὐκ ἐπέδειξεν ἡμῖν μικρὸν ποταμόν. ἕτερος δέ τις ἑρμηνεύων ὅμοιον τῷ Τηλεβόᾳ ποταμῷ ἔφη, ὡς ῾ἀπὸ τῶν Λαυρικῶν ὀρέων ὁρμώμενος ἐκδιδοῖ ἐς θάλασσαν,᾿ καθάπερ τὸν Νεῖλον ἑρμηνεύων κατακρημνιζόμενον ἢ τὸν Ἴστρον ἐκβάλλοντα. πάντα οὖν τὰ τοιαῦτα ψυχρότης καλεῖται. [p. 128]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.