Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἔνια μέντοι σαφέστερον ἐν ταῖς μεταφοραῖς λέγεται καὶ κυριώτερον, ἤπερ ἐν αὐτοῖς τοῖς κυρίοις, ὡς τὸ ῾ἔφριξεν δὲ μάχη.᾿ οὐ γὰρ ἄν τις αὐτὸ μεταβαλὼν διὰ κυρίων οὔτ̓ ἀληθέστερον εἴποι οὔτε σαφέστερον. τὸν γὰρ ἐκ τῶν δοράτων κλόνον καὶ τὸν γινόμενον τούτοις ἠρέμα ἦχον συνεχῶς φρίσσουσαν μάχην προσηγόρευσεν, καὶ ἅμα ἐπείληπταί πως τῆς κατ̓ ἐνέργειαν μεταφορᾶς τῆς προειρημένης, τὴν μάχην φρίσσειν εἰπὼν ὥσπερ ζῶον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.