Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐπὰν μέντοι κινδυνώδης ἡ μεταφορὰ δοκῇ, μεταλαμβανέσθω εἰς εἰκασίαν: οὕτω γὰρ ἀσφαλεστέρα γίγνοιτ̓ ἄν. εἰκασία δ̓ ἐστὶ μεταφορὰ πλεονάζουσα, οἷον εἴ τις τῷ ῾τότε τῷ Πύθωνι τῷ ῥήτορι ῥέοντι καθ̓ ὑμῶν̓ προσθεὶς εἴποι, ῾ὥσπερ ῥέοντι καθ̓ ὑμῶν.᾿ οὕτω μὲν γὰρ εἰκασία γέγονεν καὶ ἀσφαλέστερος ὁ λόγος, ἐκείνως δὲ μεταφορὰ καὶ κινδυνωδέστερος. διὸ καὶ Πλάτων ἐπισφαλές τι δοκεῖ ποιεῖν μεταφοραῖς μᾶλλον χρώμενος ἢ εἰκασίαις, ὁ μέντοι Ξενοφῶν εἰκασίαις μᾶλλον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.