This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Τοῦ δὲ δὴ πεζοῦ τὸ μέν ἐστιν ὁπλιτῶν σύστημα,
τὸ δὲ πελταστῶν, τὸ δὲ τῶν καλουμένων ψιλῶν.
τὸ μὲν οὖν τῶν ὁπλιτῶν ἅτε ἐγγύθεν μαχόμενον
βαρυτάτῃ κέχρηται σκευῇ—ἀσπίσι τε γὰρ μεγίσταις
καὶ θώραξι καὶ ταῖς κνημῖσι σκέπεται—καὶ
δόρασι μακροῖς κατὰ τὸν ῥηθησόμενον Μακεδόνιον
τρόπον: τὸ δὲ τῶν ψιλῶν τούτοις ἀπ̓ ἐναντίας
κουφοτάτῃ κέχρηται τῇ σκευῇ διὰ τὸ πόρρωθεν
βάλλειν, οὔτε προκνημῖσιν οὔτε θώραξι κεκοσμημένον,
ἀκοντίοις δὲ καὶ σφενδόναις καὶ ὅλως τοῖς
[p. 248]
ἐξ ἀποστήματος λεγομένοις τοξεύμασιν. τούτων
δ̓ ἐν μέσῳ πώς ἐστι τὸ πελταστικὸν σύστημα:
ἥ τε γὰρ πέλτη μικρά τίς ἐστιν ἀσπιδίσκη καὶ
κούφη, τά τε δόρατα πολὺ τῶν ὁπλιτῶν μεγέθει λειπόμενα.