This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Ἔσται δὲ κἀπὶ τούτων τὸ μὲν ἐκ δ λόχων
σύστασις ἔτι δὲ ἐκ δυεῖν συστάσεων πεντηκονταρχία,
τὸ δὲ τούτου διπλάσιον ἑκατονταρχία, ἐφ̓
ἧς ἔσονται οἱ ἔκτακτοι, πέντε τὸν ἀριθμόν,
στρατοκῆρύξ τε καὶ σημειοφόρος καὶ σαλπιγκτής,
ὑπηρέτης τε καὶ οὐραγός: τὸ δὲ τῆς ἑκατονταρχίας
διπλάσιον ψιλαγία, τὸ δὲ τούτου διπλάσιον
ξεναγία, ἧς τὸ διπλάσιον σύστρεμμα, τούτου
δὲ τὸ διπλοῦν ἐπιξεναγία, ἧς πάλιν τὸ διπλάσιον
στῖφος, οὗ δὴ συντεθέντος ἡ τῶν ψιλῶν γίνεται
φάλαγξ, ἣν καὶ ἐπίταγμα καλοῦσιν ἔνιοι. ταύτης
δὲ ἔκτακτοι ἄνδρες ὀκτώ, ἐπιξεναγοὶ μὲν τέσσαρες,
συστρεμματάρχαι δὲ οἱ λοιποί.
[p. 276]