This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
Ταῖς δ̓ αὐταῖς ἀγωγαῖς χρησίμαις οὔσαις πρὸς
τὰς τῶν πολεμίων αἰφνιδίους ἐπιφανείας καὶ
τοὺς ψιλοὺς ἀσκήσομεν.
... τὰ μὲν φωνῇ, τὰ δὲ διὰ σημείων ὁρατῶν,
ἔνια δὲ καὶ διὰ τῆς σάλπιγγος. σαφέστατα μὲν
γάρ ἐστι τὰ διὰ φωνῆς δηλούμενα—οὐ μὴν πάντοτε
δυνατὸν διὰ κτύπον τῶν ὅπλων ἢ διὰ πνευμάτων
σφοδρῶν ἐμβολάς, ἀθορυβώτερα δὲ τὰ διὰ τῶν
σημείων: ἀλλ̓ ἐνίοτε καὶ τούτοις ἐπιπροσθοίη
ἢ ἡλιου ἀνταύγεια ἢ παχύτης ἀέρος καὶ κονιορτοῦ
ἢ καὶ ὄμβρου πλῆθος, δἰ ὃ οὐ ῥᾴδιον πρὸς πάσας
τὰς ἀνακυπτούσας χρείας εὐπορῆσαι σημείων,
οἷς προσήθισται ἡ φάλαγξ, ἀλλ̓ ἐνίοτε πρὸς
τοὺς καιροὺς ἀνάγκη καινὰ προσευρίσκειν, πλὴν
ἀδύνατον ἅπαντα συμπεσεῖν, ὥστ̓ ἄδηλον εἶναι
καὶ σάλπιγγι καὶ φωνῇ καὶ σημείῳ τὸ παράγγελμα.