previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] Ἐξελιγμὸς δὲ γίνεται τριχῶς, Μακεδονικός τε [p. 302] καὶ Λακωνικὸς καὶ ἔτι Κρητικὸς ἤτοι Περσικός: τοῦτο δὲ γίνεται διχῶς, κατὰ στοῖχον κατὰ ζυγόν. Μακεδονικὸς μὲν οὖν ἐστιν ἐξελιγμός, ὅτ̓ ἂν τοῦ λοχαγοῦντος ζυγοῦ τὸν οἰκεῖον τόπον ἐπέχοντος τὰ ὀπίσω ζυγὰ τὸν ἔμπροσθεν καταλάβῃ τόπον μεθισταμένων μέχρις οὐραγοῦ, εἶτα κατ̓ ἄνδρα μεταβαλλόντων: οἷον εἰ τοῦ αβγδε ζυγοῦ λοχαγοῦντος καὶ μένοντος ἐπὶ ταὐτοῦ τὰ εἰς τοὐπίσω τὸ ζηθικ καὶ τὸ λμνξο εἰς τὸ πρόσω καθίστηται, ἤτοι κατὰ ζυγόν, ὥστε τὸ ζηθικ μεταστῆναι πρότερον καὶ γενέσθαι κατὰ τὸ πρστυ, ἔπειτα τὸ λμνξο κατὰ τὸ φχψως, κατὰ στοῖχον, ὥστε τὰ μὲν κο γενέσθαι κατὰ τὰ υς, τὰ δὲ ιξ κατὰ τὰ τω καὶ τὰ ἑξῆς, οἷον τὰ θν κατὰ τὰ σψ καὶ τὰ ημ κατὰ τὰ ρχ καὶ τὰ ζλ κατὰ τὰ πφ: εἶτα καὶ κατ̓ ἄνδρα μεταβάλωσιν ἀπὸ οὐραγοῦ, τόδε ἐστὶν ἀπεστράφθαι μὲν τὰ πρστυ καὶ τὰ φχψω μέρη, βλέπειν δὲ κατὰ τὰ αβγδε διὰ τὸ ὄπιθεν ὀφθῆναι τοὺς πολεμίους. φανερὸν δὲ ὅτι κατὰ τοῦτον τὸν ἐξελιγμὸν φάλαγξ δόξειεν ἂν ὑποχωρεῖν τοῦ οἰκείου τόπου καὶ φυγῇ παραπλήσιον ποιεῖν, δὴ θαρραλεωτέρους μὲν ποιεῖ τοὺς πολεμίους, ἀσθενεστέρους δὲ τοὺς ἐξελίσσοντας.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: