This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
Ἀναγκαιοτάτη δ̓ οὖσα καὶ ἡ τῶν σκευοφόρων
ἀγωγὴ ἡγεμόνος δεομένη κατὰ τρόπους γίνεται
[p. 322]
πέντε: ἢ γὰρ προάγειν δεῖ τῆς φάλαγγος, ὅτ̓ ἂν
ἐκ πολεμίων ἀπίῃ, ἢ ἐπακολουθεῖν, ὅτ̓ ἂν εἰς
πολεμίους ἐμβάλλῃ, ἢ παρὰ τὴν φάλαγγα κατὰ
λαιὰ ἢ δεξιὰ εἶναι, ὁπότ̓ ἂν φοβῆται τἀναντία
μέρη, ἢ τό γε λειπόμενον ἀγόμενα ἐντὸς κοίλῃ τῇ
φάλαγγι περιέχεσθαι πανταχόθεν ὄντος τοῦ δέους.