This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Εἰ δ̓ ἐπ̓ ἀσπίδα βουλοίμεθα ἐπιστρέφειν,
παραγγελοῦμεν ἑκάστου συντάγματος τὸν λαιὸν
λόχον ἠρεμεῖν, τῶν δὲ ἄλλων ἕκαστον ἐπ̓ ἀσπίδα
κλῖναι καὶ προσάγειν εἰς τὰ λαιά, εἶτα εἰς ὀρθὸν
ἀποδοῦναι, ἔπειτα προσάγειν τὰ ὀπίσω ζυγά,
καὶ γενομένης τῆς πυκνώσεως ἐπ̓ ἀσπίδα ἐπιστρέφειν
περὶ τὸν λαιὸν λοχαγόν, καὶ γέγονε τὸ παραγγελθέν.