Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
Πολλὰ δὲ καὶ ἄλλα σχήματα οὐ μόνον ἐν ταῖς
μάχαις, ἀλλὰ κἀν ταῖς πορείαις ἴσχει πρὸς τὰς ἐξαίφνης
τῶν πολεμίων ἐφόδους: καταδιαιρεῖται γὰρ
εἰς τὰ μέρη τοτὲ μὲν τὰ μείζω, τοτὲ δὲ τὰ ἐλάττω,
οἷον κέρατα καὶ ἀποτομάς, ὥστ̓ ἐν τῇ συζεύξει
τὰς μοίρας τοτὲ μὲν ἀντιστόμους γενέσθαι, τοτὲ
δὲ ἀμφιστόμους, ἄλλοτε δὲ ὁμοιοστόμους ἢ ἑτεροστόμους.
Ἢ γὰρ ἐξ ἑνὸς μέρους ὑφορῶνται τοὺς πολεμίους
ἢ ἐκ δυεῖν ἢ τριῶν ἢ πανταχόθεν, περὶ ὧν ἑξῆς εἴρηται.