previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] Ταῖς δὲ τετραγώνοις Πέρσαι τε καὶ Σικελοὶ καὶ Ἕλληνες ἐχρῶντο διὰ τὸ ἐν τούτοις δύνασθαι ζυγεῖν τε ἅμα καὶ στοιχεῖν τὰς εἴλας. πλὴν Ἕλληνες ἑτερομήκει τῷ πλήθει τὴν εἴλην ἐναλλάττοντες τῇ ὄψει τὸ σχῆμα τετράγωνον ἀπεδίδοσαν. δέκα γὰρ ἕξ κατὰ μῆκος, ὀκτὼ δὲ κατὰ βάθος ἄνδρας ἔταττον, ἀλλ̓ ἐν διπλασίοις διαστήμασι διὰ τὰ τῶν ἵππων μεγέθη. ἔνιοι δὲ τριπλάσιον τὸ μῆκος τοῦ βάθους κατ̓ ἀριθμὸν ποιήσαντες τριπλάσιον διάστημα κατὰ βάθος ἀπέδοσαν, ὥστ̓ εἶναι πάλιν τὸ σχῆμα τετράγωνον, ὀρθότερον οὗτοι διανοηθέντες, οἶμαι: οὐδὲ γὰρ τὸ ἱππικὸν βάθος τῷ πεζῷ τὴν αὐτὴν ὠφελίαν παρέχει προσερεῖδόν τε καὶ συνέχον τὴν εἴλην, [p. 280] ἀλλὰ γὰρ καὶ βλάβην ἐμποιεῖν οἶδε πλείω τῶν πολεμίων: ἐπιβάλλοντες γὰρ ἀλλήλοις ἐκταράττουσι τοὺς ἵππους, ὅθεν τετραγώνου μὲν ὄντος τοῦ ἀριθμοῦ δεήσει τὸ σχῆμα ποιεῖν ἑτερόμηκες, ἑτερομήκους δὲ ὄντος, ἐὰν δέῃ ποιεῖν τετράγωνον, τριῶν τεττάρων ἱπποτῶν εἶναι δεήσει τὸ βάθος καὶ πρὸς τοῦτό γε τὸ μῆκος ἐξισοῦσθαι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: