Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
Καὶ φανερόν, ὅτι τὸν ἐκπερισπασμὸν οὐ κατὰ
[p. 298]
ἀναστροφὴν ἀποκαθιστάνειν προσήκει—δεησόμεθα
γὰρ τριῶν ἀναστροφῶν, ἵνα ἀποκαταστῇ,
τῆς τε ἐπὶ τὸ βθκλ καὶ τῆς ἐπὶ τὸ βεζη καὶ ἔτι
τῆς ἐπὶ τὸ βαδγ, —ἀλλὰ κατ̓ ἐπιστροφὴν μίαν
τὴν ἐπὶ τὸ δόρυ, δἰ ὅτι τὸ βαδγ τοῦ βμνξ τόπον
μὲν ἔχει τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ
δεξιῶν. καλεῖται δὲ ἡ κατ̓ ἐπιστροφὴν εἰς τὸ
ἐξ ἀρχῆς ἀποκατάστασις ἐπικατάστασις.