This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Καὶ τὰς χιλιαρχίας δὲ ὡς αὔτως διαθήσομεν.
καὶ γὰρ τούτων ἥμισυ μέν ἐστιν ἡ πεντακοσιαρχία,
τέταρτον δὲ ἡ συνταξιαρχία: οὐκοῦν τὴν
μὲν πρώτην καὶ τετάρτην συνταξιαρχίαν τῇ
δεξιᾷ πεντακοσιαρχίᾳ νεμοῦμεν τὴν πρώτην ἐν
τοῖς δεξιοῖς αὐτῆς μέρισι τιθέντες, δευτέραν δὲ
καὶ τρίτην συνταξιαρχίαν τῇ λαιᾷ πεντακοσιαρχίᾳ
προσνεμοῦμεν κατὰ τὸ ἴσον μέρος αὐτῆς τιθέντες.