This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
Ὁπόσον δὲ δεῖ τὸ πλῆθος εἶναι τῆς φάλαγγος
οὐκ εὔλογον διορίζειν: πρὸς γὰρ ἣν ἕκαστος ἔχει
παρασκευὴν τοῦ πλήθους καὶ τὸν ἀριθμὸν διοριστέον,
πλὴν ἐπιτήδειον ἑκάστοτε εἶναι δεῖ πρὸς τοὺς
μετασχηματισμοὺς τῶν ταγμάτων, λέγω δὲ τὰς
συναιρέσεις ἤτ̓ αὐξήσεις: δἰ ὃ τοὺς ἀρτιάκις
ἀρτίους μᾶλλον ἐκλεκτέον ὡς μέχρι μονάδος
διαιρεῖσθαι δυναμένους: καὶ τούς γε πλείονας
τῶν τακτικῶν εὑρήσεις πεποιηκότας τὴν φάλαγγα
τῶν ὁπλιτῶν μυρίων ἑξακισχιλίων τριακοσίων
ὀγδοήκοντα τεσσάρων, ὡς δίχα διαιρουμένην
μέχρι μονάδος, ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν.
ὑποκείσθω δ̓ οὖν καὶ ἡμῖν τοσούτων ἀνδρῶν
εἶναι τὴν φάλαγγα, τὸν δὲ λόχον ἑξκαίδεκα.
[p. 258]