This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Ἐὰν δὲ ἐπὶ δόρυ περισπᾶν βουλώμεθα, δύο
ἐπιστροφὰς ἐπὶ τὸ αὐτὸ ποιῆσαι παραγγελοῦμεν:
ἀποκαταστῆσαι δὲ βουλόμενοι παραγγελοῦμεν ἔτι
ἐπὶ δόρυ περισπᾶν—ἐκ τεσσάρων γὰρ ἐπιστροφῶν
εἰς τὸ αὐτὸ πάλιν ἀποκαθίσταται—, τούτων δὲ
γενομένων ἔτι παραγγελοῦμεν τοὺς λοχαγοὺς
ἠρεμεῖν, τοὺς δὲ λοιποὺς μεταβάλλεσθαι καὶ
ἀπιέναι τὰ ὀπίσω ζυγά, εἶτα πάλιν μεταβάλλεσθαι,
τὸν δεξιὸν δὲ λόχον ἠρεμεῖν καὶ τοὺς λοιποὺς
ἐπ̓ ἀσπίδα κλίναντες προάγειν καὶ ἀποκαθιστάνειν
εἰς τὸ ἐξ ἀρχῆς διάστημα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι,
καὶ οὕτως ἔσται εἰς τὸ ἐξ ἀρχῆς καθεστῶτα.