Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
Ἐκπερισπασμὸς δέ ἐστιν, ὅτ̓ ἂν ἐκ τριῶν ἐπιστροφῶν
ἐπὶ τὰ αὐτὰ συνεχῶν κινῆται τὰ συντάγματα
εἰς τὸν ὄπιθεν τόπον καὶ τὴν εἰς λαιὸν
ἐπιφάνειαν, καθάπερ ἔχει τὸ βμνξ, τοῦ μὲν βθκλ εἰς
τοὔμπροσθεν κατὰ τὴν δεξιὰν κείμενον ἐπιφάνειαν,
τοῦ δὲ κατὰ τὴν ἐξ ἀρχῆς θέσιν βαδγ εἰς τοὔπισθέν
τε μεταπεσὸν καὶ τὴν ἀριστερὰν βλέπον ἐπιφάνειαν.