previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ πορειῶν Παραγωγὴ καλεῖται τῆς φάλαγγος ἤτοι καθ̓ ὅλην κατὰ μέρη καί, εἰ καθ̓ ὅλην, πλαγία λέγεται, ὅτ̓ ἂν κατὰ τὴν πλαγίαν θέσιν βαδίζῃ, ὀρθία, ὅτ̓ ἂν κατὰ τὴν ὀρθίαν: καὶ εἰ πλαγία πορεύοιτο, ἤτοι κατ̓ ὀρθόν, ὅτ̓ ἂν κατὰ τοὺς [p. 314] λοχαγούς, ἐπ̓ οὐράν, ὅτ̓ ἂν κατὰ τοὺς οὐραγούς: ὀρθία δὲ εἰ φέροιτο καὶ τὸ λοχαγοῦν ζυγόν, δὴ καὶ στόμα λέγεται, δεξιὸν ἔχει, δεξιὰ καλεῖται, εἰ δὲ λαιόν, ἀριστερά: λοξὴ δὲ ὡς αὔτως λαιά τε καὶ δεξιὰ τὸ προὖχον ἔχουσα κέρας ὁμώνυμον, κυρτὴ δὲ καὶ κοίλη καὶ ἐπικάμπιος εἰς τοὐπίσω καὶ πρόσω τὸ στόμα κοῖλον κυρτὸν εἰς τοὐπίσω καὶ πρόσω ἐπικεκαμμένον ἔχουσα, ὡς ἔχει τὰ ὑπογεγραμμένα.

[p. 316] [2] Τὸ δ̓ ὄρθιον τοῦτο καὶ πλάγιον οὐ μόνον ἐπὶ τῆς ὅλης φάλαγγος ἐκδέχεσθαι δεῖ, ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν μερῶν: εἰ γὰρ κατὰ κέρατα βαδίζοι φάλαγξ, κατ̓ ὄρθια πλάγια, καί, εἴτε κατ̓ ὄρθια εἴτε πλάγια, κατ̓ ἐπαγωγὴν ἤτοι σύζευξιν: ἔστι δὲ κατ̓ ἐπαγωγὴν μέν, ὅτ̓ ἂν τὸ δεύτερον ἕπηται τῷ προτέρῳ, κατὰ σύζευξιν δέ, ὅτ̓ ἂν μηδ̓ ἕτερον θἀτέρου προηγῆται. [3] Τοῦ δ̓ ὀρθίου κατὰ σύζευξιν εἴδη τέσσαρα: γὰρ δεξιά ἐστιν ἄμφω τὰ στόματα λαιὰ καὶ καλεῖται φάλαγξ ὁμοιόστομος, μὲν δεξιά, δὲ λαιά, ἐναντίως ἔχει τὰ στόματα, καὶ εἰ μὲν κατὰ ταῦτα συνάπτοιεν ἀλλήλοις, ἀντίστομος ἐπονομάζεται, εἰ δὲ κατὰ τοὺς οὐραγούς, ἀμφίστομος. [4] Τῶν δὲ κατ̓ ἐπαγωγὴν πορευομένων ποιεῖν ἔστιν ὄρθια ἑτεροστόμως μόνον, ὥστε τὸ μὲν ἔχει δεξιόν, τὸ δὲ λαιὸν στόμα: οὐ γὰρ οἷόν τε ἐπὶ τὰ αὐτὰ ἔχειν ἄμφω, οὐδὲν γὰρ διοίσει τῆς ὅλης τὰ κέρατα, δἰ καὶ τὰ πλάγια οὕτως μόνον συζευχθήσονται: κατ̓ ἐπαγωγὴν γὰρ τὰ πλάγια [p. 318] ὁμοιοστόμως συντεθήσονται ἀμφιστόμως: τοῖς γὰρ οὐραγοῖς τοῦ ἡγουμένου τοτὲ μὲν οἱ λοχαγοί, τοτὲ δὲ οἱ οὐραγοὶ τοῦ ἑπομένου μεταταγήσονται.

[5] Καὶ τὰ λοξὰ δὲ συντιθέμενα διττὰς ἔχουσι διαφοράς: γὰρ λαιὸν ἐν λαιῷ τάττεται μέρει καὶ δεξιὸν ἐνδεξιῷ καὶ καλεῖται ὅλη κοιλέμβολος, ἀνάπαλιν καὶ λέγεται ἔμβολος, ὡς τὰ ὑποτεταγμένα σχήματα.

[6] Ἔστι δ̓ ὅτε καὶ τετραμερίᾳ πορεύονται κατὰ ἀποτομὰς παντοχόθεν φυλαττόμενοι τοὺς πολεμίους καὶ γίνεται τετράπλευρον περίστομον τοτὲ [p. 320] μὲν ἑτερόμηκες, τοτὲ δὲ τετράγωνον, πανταχόθεν ἔχον στόματα ὡς τὸ ὑπογεγραμμένον.

[7] Ὅτ̓ ἂν δὲ κατὰ πλείω μέρη πορεύωνται, ἐσπαρμένα συντάγματα πορεύσεται πεπλεγμένα: πεπλεγμένα δέ ἐστιν ὅτ̓ ἂν λοξὰ πορεύηται ὐοειδῆ τὴν ὅλην ποιοῦντα φάλαγγα: ἐσπαρμένα δὲ ὁπότ̓ ἂν κατὰ παραλληλόγραμμα μόναις ταῖς γωνίαις συνάπτοντα ἀλλήλοις, ταῖς δὲ πλευραῖς ἐπὶ τὸ πρόσω βλέποντα. καὶ τούτων δὲ τύπος ἐκ τῆς ὑπογραφῆς ἔσται φανερός: γένοιτο δ̓ ἂν κατὰ τὸ εἰκὸς καὶ ἕτερα σχήματα πρὸς τὰς ἀνακυπτούσας ἁρμόζοντα χρείας. [8] Ἀναγκαιοτάτη δ̓ οὖσα καὶ τῶν σκευοφόρων ἀγωγὴ ἡγεμόνος δεομένη κατὰ τρόπους γίνεται [p. 322] πέντε: γὰρ προάγειν δεῖ τῆς φάλαγγος, ὅτ̓ ἂν ἐκ πολεμίων ἀπίῃ, ἐπακολουθεῖν, ὅτ̓ ἂν εἰς πολεμίους ἐμβάλλῃ, παρὰ τὴν φάλαγγα κατὰ

λαιὰ δεξιὰ εἶναι, ὁπότ̓ ἂν φοβῆται τἀναντία μέρη, τό γε λειπόμενον ἀγόμενα ἐντὸς κοίλῃ τῇ φάλαγγι περιέχεσθαι πανταχόθεν ὄντος τοῦ δέους.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: