previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ διατάξεως τῶν ἀνδρῶν καθ̓ ὅλην τε τὴν φάλαγγα κατὰ τὰ μέρη Διατέτακται δὲ τε ὅλη φάλαγξ καὶ τὰ μέρη κατὰ τετράδα, ὥστε τῶν τεσσάρων ἀποτομῶν τὴν μὲν ἀρίστην κατ̓ ἀρετὴν τοῦ δεξιοῦ κέρατος τετάχθαι δεξιάν, τὴν δὲ δευτέραν ἀριστερὰν τοῦ λαιοῦ καὶ δεξιὰν τὴν τρίτην, τὴν δὲ τετάρτην τοῦ δεξιοῦ λαιάν. οὕτω γὰρ διατεταγμένων ἴσον εἶναι συμβήσεται κατὰ δύναμιν τὸ δεξιὸν κέρας τῷ λαιῷ: τὸ γὰρ ὑπὸ πρώτου καὶ τετάρτου, φασὶ γεωμέτριοι, ἴσον ἔσται τῷ ὑπὸ δευτέρου καὶ τρίτου, ἐὰν τὰ τέσσαρα ἀνὰ λόγον . [2] Τὸν αὐτὸν δὲ τρόπον καὶ ἑκάστην ἀποτομὴν ἤτοι φαλαγγαρχίαν διακοσμήσομεν: ἐπεὶ γὰρ ἥμισυ μὲν αὐτῆς ἐστιν μεραρχία, τέταρτον δὲ χιλιαρχία: τὴν μὲν ἀρίστην χιλιαρχίαν τῆς δεξιᾶς [p. 264] μεραρχίας τάξομεν δεξιάν, τὴν δὲ δευτέραν κατ̓ ἀρετὴν τῆς λαιᾶς ἀριστεράν, δεξιὰν δὲ τὴν τρίτην, τὴν δὲ ὑπολειπομένην λαιὰν τῆς δεξιᾶς. οὕτω γὰρ ἰσοσθενήσουσι καὶ αἱ μεραρχίαι. [3] Καὶ τὰς χιλιαρχίας δὲ ὡς αὔτως διαθήσομεν. καὶ γὰρ τούτων ἥμισυ μέν ἐστιν πεντακοσιαρχία, τέταρτον δὲ συνταξιαρχία: οὐκοῦν τὴν μὲν πρώτην καὶ τετάρτην συνταξιαρχίαν τῇ δεξιᾷ πεντακοσιαρχίᾳ νεμοῦμεν τὴν πρώτην ἐν τοῖς δεξιοῖς αὐτῆς μέρισι τιθέντες, δευτέραν δὲ καὶ τρίτην συνταξιαρχίαν τῇ λαιᾷ πεντακοσιαρχίᾳ προσνεμοῦμεν κατὰ τὸ ἴσον μέρος αὐτῆς τιθέντες. [4] Τὴν δὲ πάλιν συνταξιαρχίαν ἑκάστην ἥμισυ μὲν ἔχουσαν τὴν ταξιαρχίαν, τέταρτον δὲ τὴν τετραρχίαν κατὰ τὸν αὐτὸν λόγον διαθήσομεν, ὥστε τὰς ἐν αὐτῇ ταξιαρχίας ἰσοσθενεῖν. τὸ δ̓ ὅμοιον γέγονεν καὶ ἐπὶ τῆς τετραρχίας: καὶ γὰρ ταύτης ἥμισυ μὲν διλοχία, τέταρτον δὲ λόχος. [5] Τὸν μέντοι γε λόχον οὐ κατὰ ταὐτὰ διατάξομεν, ἀλλὰ τοὺς μὲν πρόσω τῶν ἀνδρῶν κατὰ τὴν ῥώμην, τοὺς δ̓ ὀπίσω κατὰ τὴν φρόνησιν διαφέροντας, αὐτῶν δὲ τῶν πρόσω τοὺς λοχαγοὺς μεγέθει τε καὶ ῥώμῃ καὶ ἐμπειρίᾳ προὔχοντας τῶν ἄλλων: τοῦτο γὰρ τὸ ζυγὸν συνέχει τὴν φάλαγγα καὶ [p. 266] οἷον τῆς μαχαίρας ἐστὶ τὸ στόμα, ὅθεν καὶ ἀμφιστόμους καλοῦσι τὰς ἀμφοτέρωθεν λοχαγοῖς συνεχομένας τάξεις. [6] Δεῖ δὲ καὶ τὸ δεύτερον ζυγὸν μὴ πάνυ χεῖρον εἶναι, ἵνα πεσόντος τοῦ λοχαγοῦ παρεδρεύων προελθὼν εἰς τὸ πρόσω συνέχῃ τὴν φάλαγγα. οἱ δὲ οὐραγοὶ οἵ τ̓ ἐν τοῖς λόχοις καὶ οἱ ἔκτακτοι συνέσει τῶν ἄλλων διαφερέτωσαν, οἱ μέν, ἵνα τοὺς ἰδίους κατευθύνωσι λόχους, οἱ δ̓ ὅπως στοιχῶσί τε τὰ συντάγματα καὶ ζυγῶσιν ἀλλήλοις τούς τε λειποτακτοῦντας διὰ δειλίαν εἰς τάξιν ἐπανάγοιεν καὶ ἐν τοῖς συνασπισμοῖς συνεδρεύειν ἀναγκάζοιεν.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: