Ξενοφάνους
“ Ξενοφάνης: Δεξίου ἤ, ὡς Ἀπολλόδωρος, Ὀρθομένους Κολοφώνιος ἐπαινεῖται πρὸς τοῦ Τίμωνος: φησὶ γοῦν: “ Ξεινοφάνης θ᾽ ὑπάτυφος Ὁμηροπάτης ἐπικόπτης
”1 οὗτος ἐκπεσὼν τῆς πατρίδος ἐν Ζάγκλῃ τῆς Σικελίας διέτριβε καὶ τῆς εἰς Ἐλέαν ἀποικίας κοινωνήσας ἐκεῖ ἐδίδασκεν, διέτριβε δὲ καὶ ἐν Κατάνῃ. διήκουσε δὲ κατ᾽ ἐνίους μὲν οὐδενός, κατ᾽ ἐνίους δὲ Βότωνος Ἀθηναίου ἤ, ὥς τινες, Ἀρχελάου. καί, ὡς Σωτίων φησί, κατ᾽ Ἀναξίμανδρον ἦ. γέγραφε δὲ καὶ ἐν ἔπεσι καὶ ἐλεγείας καὶ ἰάμβους καθ᾽ Ἡσιόδου καὶ Ὁμήρου, ἐπικόπτων αὐτῶν τὰ περὶ θεῶν εἰρημένα. ἀλλὰ καὶ αὐτὸς ἐρραψῴδει τὰ ἑαυτοῦ. ἀντιδοξάσαι τε λέγεται Θαλῇ καὶ Πυθαγόρᾳ, καθάψασθαι δὲ καὶ Ἐπιμενίδου. μακροβιώτατός τε γέγονεν, ὥς που καὶ αὐτός φησιν: (fr. 7).”
ἔα, τὸν ἀπανθρώπον θεὸν ἐπλάσατ᾽ ἶσον ἁπάντῃ
ἀτρεμῆ ἀσκηθῆ νοερώτερον ἠὲ νόημα.Diog. L. 9. 18.
“ἄνδρες δ᾽ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος ... καὶ Ξενοφάνης ὁ φυσικός, ὁ τοὺς σίλλους ποιήσας διὰ ποιημάτων.” Str. 14. 643
“π. Σωκράτους: τούτῳ τίς, καθά φησιν Ἀριστοτέλης ἐν τρίτῳ Περὶ Ποιητικῆς, ἐφιλονείκει Ἀντίλοχος Λήμνιος ... ὡς Σύαγρος Ὁμήρῳ ζῶντι, ἀποθανόντι δὲ Ξενοφάνης ὁ Κολοφώνιος: καὶ Κέρκωψ Ἡσιόδῳ ζῶντι, τελευτήσαντι δὲ ὁ προειρημένος Ξενοφάνης.” Arist. ap. Diog. L. 2. 46
“οὐδὲ γὰρ φιλοσοφίαν ἀπεγιγνῴσκομεν ὡς ἀνῃρημένην παντάπασι καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς καὶ Θαλῆς, ὕστερον δ᾽ ἐπαύσαντο καὶ πέπαυνται χρώμενοι μέτροις πλὴν σοῦ.” Plut. Pyth. Or. 18
“ὁ μὲν οὖν Ξενοφάνης, διηγουμένου τινος ἐγχέλεις ἑωρακέναι ἐν ὕδατι θερμῷ ζώσας, ‘Οὐκοῦν᾽ εἶπεν ῾ἐν ψυχρῷ αὐτὰς ἑψήσομεν.’” Plut. Com. Not. 46
“αὖθις ἕτερος παρακαλεῖ κυβεύειν παρὰ πότον: μὴ δυσωπηθῇς μηδὲ δείσῃς σκωπτόμενος: ἀλλ᾽ ὥσπερ Ξενοφάνης, Λάσου τοῦ Ἑρμιονέως μὴ βουλόμενον αὐτῷ συγκυβεύειν δειλὸν ἀποκαλοῦντος, ὁμολόγει καὶ πάνυ δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος.” Plut. Vit. Pud. 5
“ΕΛΕΑΤΗΣ ΞΕΝΟΣ: τὸ δὲ παρ᾽ ἡμῖν Ἐλεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις.” Plat. Soph. 242 d
“οἷον Ξενοφάνης ἔλεγεν ὅτι ὁμοίως ἀσεβοῦσιν οἱ γενέσθαι φάσκοντες τοὺς θεοὺς τοῖς ἀποθανεῖν λέγουσιν: ἀμφοτέρως γὰρ συμβαίνει μὴ εἶναι τοὺς θεούς ποτε.” Arist. Rh. 2. 23. 1399 b. 6
“οἷον Ξενοφάνης Ἐλεάταις ἐρωτῶσιν εἰ θύωσι τῇ Λευκοθέᾳ καὶ θρηνῶσιν ἢ μή, συνεβούλευεν εἰ μὲν θεὸν ὑπολαμβάνουσι μὴ θρηνεῖν, εἰ δ᾽ ἄνθρωπον μὴ θύειν.” Arist. Rh. 2. 23. 1400 b. 5
“π. ῥυάκων: τὸ δὲ ἐν Λιπάρᾳ (ἀνιὸν πῦρ) ποτὲ καὶ ἐκλιπεῖν φησι Ξενοφάνης ἐπ᾽ ἔτη ἑκκαίδεκα, τῷ δὲ ἑβδόμῳ ἐπανελθεῖν.” Arist. Mir. Ausc. 38. 833 a. 16
“habitari ait Xenophanes in luna, eamque esse terram multarum urbium et montium.” Cic. Acad. Pr. 2. 39
“furere tibi Empedocles videtur, at mihi dignissimum rebus iis de quibus loquitur sonum fundere ... Parmenides, Xenophanes, minus bonis quamquam versibus, sed tamen illis versibus increpant eorum arrogantiam, quasi irati, qui, cum sciri nihil possit, audeant se scire dicere.” Cic. Acad. Pr. 23. 74
“ὦ Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες καὶ Ἐπίκουροι, καὶ πᾶς ὁ λοιπὸς κατάλογος τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρετε.” Ael. fr. 33
“Ξενοφάνης δὲ ὁ Δεξίνου μὲν υἱός Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα.” Luc. Macr.
“π. Ἡρακλείτου: μεγαλόφρων δὲ γέγονε παρ᾽ ὁντιναοῦν καὶ ὑπερόπτης, ὡς καὶ ἐκ τοῦ συγγράμματος αὐτοῦ δῆλον, ἐν ᾧ φησι, ‘πολυμαθίη νόον οὐ διδάσκει: Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον:’ εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων.” Diog. L. 9. 1.
“φησὶ δὲ (ὁ Ξενοφάνης) τέτταρα εἶναι τῶν ὄντων στοιχεῖα, κόσμους δ᾽ ἀπείρους, οὐ παραλλακτοὺς δέ. τὰ νέφη συνίστασθαι τῆς ἀφ᾽ ἡλίου ἀτμίδος ἀναφερομένης καὶ αἰρούσης αὐτὰ εἰς τὸ περιέχον. οὐσίαν θεοῦ σφαιροειδῆ, μηδὲν ὅμοιον ἔχουσαν ἀνθρώπῳ: ὅλον δὲ ὁρᾶν καὶ ὅλον ἀκούειν, μὴ μέντοι ἀναπνεῖν: σύμπαντά τε εἶναι νοῦν καὶ φρόνησιν καὶ ἀΐδιον. πρῶτόν τε ἀπεφήνατο ὅτι πᾶν τὸ γινόμενον φθαρτόν ἐστι καὶ ἡ ψυχὴ πνεῦμα.” Diog. L. 9. 19
“ἐποίησε δὲ καὶ Κολοφῶνος Κτίσιν, καὶ Τὸν εἰς Ἐλέαν τῆς Ἰταλίας Ἀποικισμὸν ἔπη δισχίλια. καὶ ἤκμαζε κατὰ τὴν ἑξηκοστὴν Ὀλυμπιάδα. φησὶ δὲ Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ Περὶ Γήρως καὶ Παναίτιος ὁ Στωϊκὸς ἐν τῷ Περὶ Εὐθυμίας ταῖς ἰδίαις χερσὶ θάψαι τοὺς υἱεῖς αὐτόν, καθάπερ καὶ Ἀναξαγόραν. δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ ... καὶ λέλυσθαι ὑπὸ τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ Ὀρεστάδου, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ.” Diog. L. 9. 20
ἐλεγείων
“ὁρῶν οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας:
” Ath. 11. 462cνῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
καὶ κύλικες: πλεκτοὺς δ᾽ ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δ᾽ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει:
κρητὴρ δ᾽ ἕστηκεν μεστὸς ἐϋφροσύνης:
5ἄλλος δ᾽ οἶνος ἑτοῖμος, ὃς οὔποτέ φησι προδώσειν,
μείλιχος ἐν κεράμοις ἄνθεος ὀσδόμενος:
ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι,
ψυχρὸν δ᾽ ἔστιν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν:
πάρκεινται δ᾽ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
10τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη:
βωμὸς δ᾽ ἄνθεσιν ἂν τὸ μέσον πάντη πεπύκασται
μολπὴ δ᾽ ἀμφὶς ἔχει δώματα καὶ θαλίη:
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις:
15σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
πρήσσειν -- ταῦτα γὰρ ὦν ἐστὶ προχειρότερον --
οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδ᾽ ἄνευ προπόλου μὴ πάνυ γηραλέος.
ἀνδρῶν δ᾽ αἰνέω τοῦτον, ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ,
20ὥς οἱ μνημοσύνη καὶ τόνος ἀμφ᾽ ἀρετῆς:
οὔτε μάχας διέπει Τιτήνων οὔτε Γιγάντων,
οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
ἢ στάσιας σφεδανάς: τοῖς οὐδὲν χρηστὸν ἔνεστι:
θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν.CURFRAG.tlg-0267.1
“καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι: πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται. διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει: ‘κακῶν γὰρ ὄντων μυρίων καθ᾽ Ἑλλάδα ι οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους,’ κτλ. ταῦτ᾽ εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου Ἐλεγείων Ξενοφάνους οὕτως:
” Ath. 10. 413fἀλλ᾽ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
πὰρ Πίσαο ῥοῇς ἐν Ὀλυμπίῃ, εἴτε παλαίων
ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων,
5εἴτε τὸ δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν,
ἀστοῖσίν κ᾽ εἴη κυδρότερος προσορᾶν,
καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο,
καί κεν σῖτ᾽ εἴη δημοσίων κτεάνων
ἐκ πόλιος καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη:
10εἴτε καὶ ἵπποισιν, ταῦτα κε πάντα λάχοι,
οὐκ ἐὼ ν ἄξιος, ὥσπερ ἐγώ: ῥώμης γὰρ ἀμείνων
ἀνδρῶν ἠδ᾽ ἵππων ἡμετέρη σοφίη:
ἀλλ᾽ εἰκῆ μάλα ταῦτα νομίζεται: οὐδὲ δίκαιον
προκρίνειν ῥώμην ἠγαθέης σοφίης.
15οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη,
οὔτ᾽ εἰ πενταθλεῖν, οὔτε παλαισμοσύνην,
λοὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τό πέρ ἐστι πρότιμον
ῥώμης ὅσσ᾽ ἀνδρῶν ἔργ᾽ ἐν ἀγῶνι πέλει,
τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη:
20σμικρὸν δ᾽ ἄν τι πόλει χάρμα γένοιτ᾽ ἐπὶ τῷ,
εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ᾽ ὄχθας:
οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλιος.CURFRAG.tlg-0267.2
“Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίν:
οὕτω δ᾽ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν. ”ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν,
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
ἤϊσαν εἰς ἀγορὴν παναλουργέα φάρἐ ἔχοντες
οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν,
αὐχαλέοι χαίτῃσιν ἀγαλμένοι εὐπρεπέεσσιν
ἀσκητοῖς τ᾽ ὀδμὴν χρίμασι δευόμενοι.CURFRAG.tlg-0267.3Ath. 12. 526a
“ἔθος δ᾽ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι, μεθ᾽ ὃ τὸν οἶνον. Ξενοφάνης:
” Ath. 11. 782a (iii. 18 K)οὐδὲ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέα ς, ἀλλ᾽ ὕδωρ καὶ καθύπερθε μέθυ.CURFRAG.tlg-0267.4
“καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν ... Ἀριστοφάνης Πλούτῳ δευτέρῳ: ‘οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον’ ... καὶ Ξενοφάνης δ᾽ ὁ Κολοφώνιος ἐν τοῖς Ἐλεγείοις φησί.
” Ath. 9. 368dπέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ᾽ ἀπολήξει
ἔστ᾽ ἄν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.CURFRAG.tlg-0267.5
“περὶ δὲ τοῦ ἄλλοτ᾽ ἄλλον αὐτὸν (Πυθαγόραν) γεγενῆσθαι Ξενοφάνης ἐν ἐλεγείᾳ προσμαρτυρεῖ, ἧς ἀρχή:
ὃ δὲ περὶ αὐτοῦ φησιν, οὕτως ἔχει:νῦν αὖτ᾽ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.
CURFRAG.tlg-0267.6καὶ ταῦτα μὲν ὁ Ξενοφάνης. ”καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος:
παῦσαι μηδὲ ῥάπιζ᾽, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶν
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀΐων.CURFRAG.tlg-0267.7Diog. L. 8. 8. 20
“π. Ξενοφάνους: μακροβιώτατός τε γέγονεν, ὥς που καὶ αὐτός φησιν:
” Diog. L. 9. 2. 3ἤδη δ᾽ ἑπτά τ᾽ ἔασι καὶ ἑξήκοντ᾽ ἐνιαυτοὶ
βληστρίζοντες ἐμὴν φροντίδ᾽ ἀν᾽ Ἑλλάδα γῆν:
ἐκ γενετῆς δὲ τότ᾽ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς,
εἴπερ ἐγὼ περὶ τῶνδ᾽ οἶδα λέγειν ἐτύμως.CURFRAG.tlg-0267.8
“γῆρας: ἡ μετοχὴ γηρείς ... ἡ γενικὴ γηρέντος ὥσπερ τιθέντος: Ξενοφάνης:
” Et. Mag. Vet.ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος
CURFRAG.tlg-0267.9
“εἴτε φείδων πρῶτος ὁ Ἀργεῖος ἔκοψε νόμισμα ... εἴτε Λυδοί, καθά φησι Ξενοφάνης.” Poll. 9. 83
Σίλλων
“οἱ μέντοι ποιηταὶ πολλάκις ἐπὶ τούτοις συστολὰς ποιοῦνται, ὡς παρὰ Ξενοφάνει:
καὶ πάλιν:(fr. 36). ”ἐξ ἀρχῆς καθ᾽ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες
CURFRAG.tlg-0267.10
“ἔνθεν καὶ Ξενοφάνης διελέγχων τοὺς περὶ Ὅμηρον καὶ Ἡσίοδόν φησι:
” Sext. Emp. adv. Math. 9. 193πάντα θεοῖς ἀνέθηκαν Ὅμηρός θ᾽ Ἡσίοδός τε,
ὅσσα παρ᾽ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.CURFRAG.tlg-0267.11
“Ὅμηρος δὲ καὶ Ἡσίοδος κατὰ τὸν Κολοφώνιον Ξενοφάνη:
” Sext. Emp. i. 289οἳ πλεῖστ᾽ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.CURFRAG.tlg-0267.12
“alii Homerum quam Hesiodum maiorem natu fuisse scripserunt, in quibus Philochorus et Xenophanes, alii minorem.” A. Gell. 3. 11
καὶ πάλιν:ἀλλ᾽ οἱ βροτοὶ δοκέουσι γεννᾶσθαι θεοὺς
τὴν σφετέρην ἐσθῆτατ᾽ ἔχειν φωνήν τε δέμας τε.CURFRAG.tlg-0267.13”εἰ δέ τοι ἵπποι ἔχον χέρας ἢ βόες ἠὲ λέοντες
ἢ γράψαι χροίῃσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ᾽ ἐποίουν
τοιαῦθ᾽ οἷόνπερ καὐτοὶ δέμας εἶχον ἕκαστοι,
ἵπποι μέν θ᾽ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοῖα.CURFRAG.tlg-0267.14Clem. Al. Str. 5. 109. 2 (after fr. 23)
“Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται, καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν, ὥς φησιν ὁ Ξενοράνης:
οὕτως καὶ τὰς ψυχὰς ὁμοιοῦσιν καὶ τοῖς αὐὐῖς πάθεσιν ἐνεχομένους ἀναπλάττουσιν. ”Αἰθίοπές τε θεοὺς σφετέρους σιμοὺς μέλανάς τε
Θρῇκές τε γλαυκοὺς καὶ πυρρούς φασι πελέσθαι:CURFRAG.tlg-0267.15Clem. Al. Str. 7. 22
“Βάκχον δὲ οὐ τὸν Διόνυσον ἐκάλουν μόνον, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια Βάκχους ἐκάλουν, οὐ μὴν ἀλλὰ καὶ τοὺς κλάδους οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξενοφάνης ἐν Σίλλοις οὕτως:
” Sch. Ar. Eq. 408ἑστᾶσιν δ᾽ ἐλάτης βάκχοι πυκινὸν περὶ δῶμα.
CURFRAG.tlg-0267.16
“π. χρόνου οὐσίας καὶ μερῶν καὶ πόσων εἴη αἴτιος: Ξενοφάνους:
” Stob. Ecl. i. 8. 2οὔτοι ἀπ᾽ ἀρχῆς πάντα θεοὶ θνητοῖς ὑπέδειξαν,
ἀλλὰ χρόνῳ ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.CURFRAG.tlg-0267.17
“π. Θάλεω: δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν ... ὅθεν αὐτὸν καὶ Ξενοφάνης καὶ Ἡρόδοτος θαυμάζει.” Diog. L. i. 23
“π. Ἐπιμενίδου καὶ ἐπανελθὼν ἐπ᾽ οἴκου μετ᾽ οὐ πολὺ μετήλλαξεν, ὥς φησι Φλέγων, βιοὺς ἔτη ἑπτὰ καὶ πεντήκοντα καὶ ἑκατόν ... ὡς δὲ Ξενοφάνης ὁ Κολοφώνιος ἀκηκοέναι φησι, τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν.” Diog. L. i. 111
“ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης: ὁ Σιμωνίδης διεβέβλητο ἐπὶ φιλαργυρίᾳ ... χαριέντως δὲ πάνυ τῷ αὐτῷ λόγῳ διέσυρε ... καὶ μέμνηται ὅτι σμικρόλογος ἦν. ὅθεν Ξενοφάνης
αὐτὸν προσαγορεύει. ”CURFRAG.tlg-0267.18Sch. Ar. Pac. 697
“ ... καὶ παρὰ Ξενοφάνει ἐν τετάρτῳΣίλλων:
” Hdn. π. μ. λ. 7. 11καί κ᾽ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
CURFRAG.tlg-0267.19
“τὸ
παρὰ Ξενοφάνει ἐνέ Σίλλων. ”CURFRAG.tlg-0267.20Sch. Hom. Oxyrh. Pap. 1087. 40
“π. ἐρεβίνθων: Ξενοφάνης ὁ Κολοφώνιος ἐν Παρῳδίαις:
” Ath. 2. 54eπὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ
ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα,
πίνοντα γλυκὺν οἶνον, ἐπιτρώγοντ᾽ ἐρεβίνθους:
‘τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτἐ ἐστί, φέριστε;
πηλίκος ἦσθ᾽ ὅθ᾽ ὁ Μῆδος ἀφίκετο;’CURFRAG.tlg-0267.21
περὶ φύσιος
“εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος, διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεός, ἐπιφέρει:
” Clem. Al. 5. 109εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔ τι δέμας θνητοῖσιν ὁμοίϊος οὔτε νόημα.CURFRAG.tlg-0267.22
“εἰ γάρ ἐστι τὸ θεῖον, ζψ̂όν ἐστιν: εἰ δὲ ζψ̂όν ἐστιν ὁρᾷ ὅλος:
” Sext. Emp. adv. Math. 9. 144οὖλος ὁρᾷ, οὖλος δὲ νοεῖ, οῦλος δέ τ᾽ ἀκούει.
CURFRAG.tlg-0267.23
“π. τοῦ παντός: καὶ πάντα νοεῖν δέ φησιν αὐτὸ λέγων (δ Ξενοφάνης):
” Simpl. Phys. 23. 19 Dἀλλ᾽ ἀπάνευθε πόνοιο νοῶν φρενὶ πάντα κραδαίνει.
CURFRAG.tlg-0267.24
“ὥστε καὶ ὅταν ἐν ταὐτψ̂ μένειν λέγῃ (δ Ξενοφάνης) καὶ μὴ κινεῖσθαι:
οὺ κατὰ τὴν ἐρημίαν κτλ. ”αἰεὶ δ᾽ ἐν ταὐτῷ μίμνει κινεύμενος οὐδέν,
οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλλῃ:CURFRAG.tlg-0267.25Simpl. Phys. 22. 9
“ἐκ τῆς γῆς φῦναι ἅπαντα εἴρηκεν (ο Ξενοφάνης): αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος ἐστίν:
” Ae+t. ap. Theodoret. 4. 5 Rἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.
CURFRAG.tlg-0267.26
“Ξενοφάνης δὲ οὐκ οἴεται μετέωρον εἶναι τὴν γῆν, ἀλλὰ κάτω εἰς ἄπειρον καθήκειν: γαίης μὲν γάρ φησι, κτλ.
” Ach. Isag. 4 p. 34.11 Maassγαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται
ἠέρι προσπλάζον, τὸ κάτω δ᾽ ἐς ἄπειρον ἱκνεῖται.CURFRAG.tlg-0267.27
“ὁ Πορφύριός φησι τὸν Ξενοφάνη τὸ ξηρὸν καὶ τὸ ὑγρὸν δοξάσαι ἀρχάς, τὴν γῆν λέγω καὶ τὸ ὕδωρ, καὶ χρῆσιν αὐτοῦ παρατίθεται τοῦτο δηλοῦσαν:
” Philop. ad Phys. i. 5. p. 125. 27. Vit.γῆ καὶ ὕδωρ πάντ᾽ ἐσθ᾽ ὅσα γίνοντ᾽ ἠδὲ φύονται.
CURFRAG.tlg-0267.28
“ἐκ Κράτητος: Ξενοφάνησἐν τῷ Περὶ φύσεως:
” Sch. Gen. in Il. 21. 196 Nicole i. 199πηγὴ δ᾽ ἐστὶ θάλασσ᾽ ὕδατος, πηγὴ δ᾽ ἀνέμοιο:
οὔτε γὰρ ἦν ἄνεμός κεν ἄνευ πόντου μεγάλοιο
οὔτε ῥοαὶ ποταμῶν οὔτ᾽ αἰθέρος ὄμβριον ὕδωρ,
ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε
καὶ ποταμῶν.CURFRAG.tlg-0267.29
“Ὑπερίονα δὲ νομιστέον αὐτὸν (τὸν ἥλιον) τὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ οἶμαι καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν:
” Heracl. All. Hom. 44ἠέλιός θ᾽ ὑπεριέμενος γαῖάν τ᾽ ἐπιθάλπων
CURFRAG.tlg-0267.30
“δράκοντες ... ἴρισσιν ἐοικότες: τῷ κυρτώματι ἢ τῷ χρώματι: φησὶ γὰρ Ξενοφάνης:
” Sch. Il. 11. 27 (cf. *eust.)ἥν τ᾽ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε,
πορφύρεον καὶ φοινίκ εο ν καὶ χλωρὸν ἰδέσθαι.CURFRAG.tlg-0267.31
“συμφέρεσθαι δ᾽ αὐτῷ (ΟμήρῳIl. 7. 99)δοκεῖ κατ᾽ ἐνίους καὶ ὁ Κολοφώνιος Ξενοφάνης: φησὶ γάρ:
” Sext. Emp. adv. Math. 10.314πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.
CURFRAG.tlg-0267.32
“ταῦτα μὲν οἱ Πυθαγορικοί: Ξενοφάνης δὲ κατὰ τοὺς ὡς ἑτέρως αὐτὸν ἐξηγουμένους ὅταν λέγῃ:
φαίνεται μὴ πᾶσαν κατάληψιν ἀναιρεῖν ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ ἀδιάπτωτον, κτλ. ”καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ γένετ᾽ οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων:
εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελες μένον εἰπών,
αὐτὸς ὅμως οὐκ οἶδε: δόκος δ᾽ ἐπὶ πᾶσι τέτυκται:CURFRAG.tlg-0267.33Sext. Emp. adv. Math. 7. 49. 110
“τούτοις ἐπιφωνήσαντος τοῦ ᾿Αμμωνίου τὰ τοῦ Ξενοφάνους ὥσπερ εἰώθει:
” Plut. Q. Conv. 9.7ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι.
CURFRAG.tlg-0267.34
“καὶ πάλιν:
” Hdn. π. διχρ. Gram. Gr. 2. 1. 16. 21 after fr. 10.ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι
CURFRAG.tlg-0267.35
ἀλλ᾽ οὐ γὰρ λέγεται σπέας. ”ἁγνὸν ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ:
CURFRAG.tlg-0267.36
“οὐδὲν τῶν εἰς ων ληγόντων συγκριτικῶν ἔχει πρὸ τέλους τὸ υ: σημειῶδες ἄρα τὸ παρὰ Ξενοφάνει γλύσσων:
” Hdn. π.μ.λ. Gram. Gr. 2. 946εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον
γλύσσονα σῦκα πέλεσθαι.CURFRAG.tlg-0267.37
“συκάμινα: ταῦτα δὲ καὶ μόρα Αἰσχύλος ὠνόμασεν, τὰ ἄγρια οὕτως ὀνομάσας τὰ ἐκ τῆς βάτου. τάχα δ᾽ ἄν τις καὶ κεράσια φαίη,
τὸ δένδρον ἐν τῷ Περὶ Φύσεως Ξενοφάνους εὑρών. ”CURFRAG.tlg-0267.38Poll. 6. 46
“
τὸν βάτραχον Ἴωνες ... καὶ παρὰ Ξενοφάνει. ”CURFRAG.tlg-0267.39Et. Mag. Vet.
“περὶ τῶν εἰς ρος κανών: σιρός: σιλλογράφος δέ τις τὸ σι μακρὸν γράφει ι τῷ ῥῶ, δοκεῖ μοι, τοῦτο μηκύνας τάχα. σιλλογράφος νῦν ὁ Ξενοφάνης ἐστὶ καὶ ὁ Τίμων καὶ ἕτεροι.” Tz. ad Dion. Perieg. 940
“βληστρισμός: ὁ ῥιπτασμός: ... καθὼς καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν:
ἀντὶ τοῦ ἐρριπταζόμην. ”ἐγὼ δ᾽ ἐμαυτὸν ἐκ πόλιος πόλιν φέρων
ἐβλήστριζον:CURFRAG.tlg-0267.40Erot. 18 K
“π. ὅρκων: καὶ τὸ τοῦ Ξενοφάνους ἁρμόττει, ὅτι:
ἀλλ᾽ ὁμοῖα καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι ἢ πληγῆναι προκαλέσαιτο. ”οὐκ ἴση
πρόκλησις αὕτη δυσσεβεῖ πρὸς εὐσεβῆ:CURFRAG.tlg-0267.41Arist. Rhet. 1377a