“ταῦτα δὲ πρότερος Κρατῖνος ἐν Πανόπταις δράματι περὶ Ἵππωνος τοῦ φιλοσόφου κωμῳδῶν αὐτὸν λέγει.” Sch. Ar. Nub. 94 “τοῦ δὲ Ἵππωνος καὶ αὐτοῦ ὡς ἀσεβοῦς γενομένου μέμνηται ὁ Κρατῖνος.” Sch. Clem. Al. Protr. 4. 103 “ἵππων δὲ ὁ Ῥηγῖνος ἀρχὰς ἔφη ψυχρὸν τὸ ὕδωρ καὶ θερμὸν τὸ πῦρ, γενόμενον δὲ τὸ πῦρ ὑπὸ ὕδατος κατανικῆσαι τὴν τοῦ γεννήσαντος δύναμιν συστῆσαί τε τὸν κόσμον.” Hippol. i. 16 “οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτού̂ ὁ Ἵππων οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῷ μνήματι τῷ ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον: ‘Ἵππωνος τόδε σῆμα’ κτλ.” Clem. Al. Protr. 55. i. 48 “Ἵππωνος δ᾽ οὐκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτων (τῶν τὸ ὕδωρ ἀρχὴν εἶναι οἰομένων) διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας.” Arist. Met. 984 a 3“
Στρεψιάδης
ὁρᾷς τὸ θύριον τοῦτο καὶ τψ᾽ͅκίδιον;
Φειδιππίδης
ὁρῶ. τί οὖν τοῦτ᾽ ἐστὶν ἐτεόν, ὦ πάτερ;
Στρεψιάδης
ψυχῶν σοφῶν τοῦτ᾽ ἐστὶ φροντιστήριον
ἐνταῦθ᾽ ἐνοικοῦσ᾽ ἄνδρες οἳ τὸν οὐρανὸν
λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεὺς
κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ᾽ ἄνθρακες.
οὗτοι διδάσκουσ᾽, ἀργύριον ἤν τις διδῷ,
λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
”Ar. Nub. 94
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.