περὶ φύσιος
“εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος, διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεός, ἐπιφέρει:
” Clem. Al. 5. 109εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔ τι δέμας θνητοῖσιν ὁμοίϊος οὔτε νόημα.CURFRAG.tlg-0267.22
“εἰ γάρ ἐστι τὸ θεῖον, ζψ̂όν ἐστιν: εἰ δὲ ζψ̂όν ἐστιν ὁρᾷ ὅλος:
” Sext. Emp. adv. Math. 9. 144οὖλος ὁρᾷ, οὖλος δὲ νοεῖ, οῦλος δέ τ᾽ ἀκούει.
CURFRAG.tlg-0267.23
“π. τοῦ παντός: καὶ πάντα νοεῖν δέ φησιν αὐτὸ λέγων (δ Ξενοφάνης):
” Simpl. Phys. 23. 19 Dἀλλ᾽ ἀπάνευθε πόνοιο νοῶν φρενὶ πάντα κραδαίνει.
CURFRAG.tlg-0267.24
“ὥστε καὶ ὅταν ἐν ταὐτψ̂ μένειν λέγῃ (δ Ξενοφάνης) καὶ μὴ κινεῖσθαι:
οὺ κατὰ τὴν ἐρημίαν κτλ. ”αἰεὶ δ᾽ ἐν ταὐτῷ μίμνει κινεύμενος οὐδέν,
οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλλῃ:CURFRAG.tlg-0267.25Simpl. Phys. 22. 9
“ἐκ τῆς γῆς φῦναι ἅπαντα εἴρηκεν (ο Ξενοφάνης): αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος ἐστίν:
” Ae+t. ap. Theodoret. 4. 5 Rἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ.
CURFRAG.tlg-0267.26
“Ξενοφάνης δὲ οὐκ οἴεται μετέωρον εἶναι τὴν γῆν, ἀλλὰ κάτω εἰς ἄπειρον καθήκειν: γαίης μὲν γάρ φησι, κτλ.
” Ach. Isag. 4 p. 34.11 Maassγαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται
ἠέρι προσπλάζον, τὸ κάτω δ᾽ ἐς ἄπειρον ἱκνεῖται.CURFRAG.tlg-0267.27
“ὁ Πορφύριός φησι τὸν Ξενοφάνη τὸ ξηρὸν καὶ τὸ ὑγρὸν δοξάσαι ἀρχάς, τὴν γῆν λέγω καὶ τὸ ὕδωρ, καὶ χρῆσιν αὐτοῦ παρατίθεται τοῦτο δηλοῦσαν:
” Philop. ad Phys. i. 5. p. 125. 27. Vit.γῆ καὶ ὕδωρ πάντ᾽ ἐσθ᾽ ὅσα γίνοντ᾽ ἠδὲ φύονται.
CURFRAG.tlg-0267.28
“ἐκ Κράτητος: Ξενοφάνησἐν τῷ Περὶ φύσεως:
” Sch. Gen. in Il. 21. 196 Nicole i. 199πηγὴ δ᾽ ἐστὶ θάλασσ᾽ ὕδατος, πηγὴ δ᾽ ἀνέμοιο:
οὔτε γὰρ ἦν ἄνεμός κεν ἄνευ πόντου μεγάλοιο
οὔτε ῥοαὶ ποταμῶν οὔτ᾽ αἰθέρος ὄμβριον ὕδωρ,
ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε
καὶ ποταμῶν.CURFRAG.tlg-0267.29
“Ὑπερίονα δὲ νομιστέον αὐτὸν (τὸν ἥλιον) τὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ οἶμαι καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν:
” Heracl. All. Hom. 44ἠέλιός θ᾽ ὑπεριέμενος γαῖάν τ᾽ ἐπιθάλπων
CURFRAG.tlg-0267.30
“δράκοντες ... ἴρισσιν ἐοικότες: τῷ κυρτώματι ἢ τῷ χρώματι: φησὶ γὰρ Ξενοφάνης:
” Sch. Il. 11. 27 (cf. *eust.)ἥν τ᾽ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε,
πορφύρεον καὶ φοινίκ εο ν καὶ χλωρὸν ἰδέσθαι.CURFRAG.tlg-0267.31
“συμφέρεσθαι δ᾽ αὐτῷ (ΟμήρῳIl. 7. 99)δοκεῖ κατ᾽ ἐνίους καὶ ὁ Κολοφώνιος Ξενοφάνης: φησὶ γάρ:
” Sext. Emp. adv. Math. 10.314πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.
CURFRAG.tlg-0267.32
“ταῦτα μὲν οἱ Πυθαγορικοί: Ξενοφάνης δὲ κατὰ τοὺς ὡς ἑτέρως αὐτὸν ἐξηγουμένους ὅταν λέγῃ:
φαίνεται μὴ πᾶσαν κατάληψιν ἀναιρεῖν ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ ἀδιάπτωτον, κτλ. ”καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ γένετ᾽ οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων:
εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελες μένον εἰπών,
αὐτὸς ὅμως οὐκ οἶδε: δόκος δ᾽ ἐπὶ πᾶσι τέτυκται:CURFRAG.tlg-0267.33Sext. Emp. adv. Math. 7. 49. 110
“τούτοις ἐπιφωνήσαντος τοῦ ᾿Αμμωνίου τὰ τοῦ Ξενοφάνους ὥσπερ εἰώθει:
” Plut. Q. Conv. 9.7ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι.
CURFRAG.tlg-0267.34
“καὶ πάλιν:
” Hdn. π. διχρ. Gram. Gr. 2. 1. 16. 21 after fr. 10.ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι
CURFRAG.tlg-0267.35
ἀλλ᾽ οὐ γὰρ λέγεται σπέας. ”ἁγνὸν ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ:
CURFRAG.tlg-0267.36
“οὐδὲν τῶν εἰς ων ληγόντων συγκριτικῶν ἔχει πρὸ τέλους τὸ υ: σημειῶδες ἄρα τὸ παρὰ Ξενοφάνει γλύσσων:
” Hdn. π.μ.λ. Gram. Gr. 2. 946εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον
γλύσσονα σῦκα πέλεσθαι.CURFRAG.tlg-0267.37
“συκάμινα: ταῦτα δὲ καὶ μόρα Αἰσχύλος ὠνόμασεν, τὰ ἄγρια οὕτως ὀνομάσας τὰ ἐκ τῆς βάτου. τάχα δ᾽ ἄν τις καὶ κεράσια φαίη,
τὸ δένδρον ἐν τῷ Περὶ Φύσεως Ξενοφάνους εὑρών. ”CURFRAG.tlg-0267.38Poll. 6. 46
“
τὸν βάτραχον Ἴωνες ... καὶ παρὰ Ξενοφάνει. ”CURFRAG.tlg-0267.39Et. Mag. Vet.
“περὶ τῶν εἰς ρος κανών: σιρός: σιλλογράφος δέ τις τὸ σι μακρὸν γράφει ι τῷ ῥῶ, δοκεῖ μοι, τοῦτο μηκύνας τάχα. σιλλογράφος νῦν ὁ Ξενοφάνης ἐστὶ καὶ ὁ Τίμων καὶ ἕτεροι.” Tz. ad Dion. Perieg. 940
“βληστρισμός: ὁ ῥιπτασμός: ... καθὼς καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν:
ἀντὶ τοῦ ἐρριπταζόμην. ”ἐγὼ δ᾽ ἐμαυτὸν ἐκ πόλιος πόλιν φέρων
ἐβλήστριζον:CURFRAG.tlg-0267.40Erot. 18 K
“π. ὅρκων: καὶ τὸ τοῦ Ξενοφάνους ἁρμόττει, ὅτι:
ἀλλ᾽ ὁμοῖα καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι ἢ πληγῆναι προκαλέσαιτο. ”οὐκ ἴση
πρόκλησις αὕτη δυσσεβεῖ πρὸς εὐσεβῆ:CURFRAG.tlg-0267.41Arist. Rhet. 1377a