previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὐριπίδου


Εὐριπίδης ποιητὴς υἱὸς ἐγένετο Μνησάαρχου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος, Ἀθηναῖος μέν, ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ Καλλιάδου ἄρχοντος, κατὰ τὴν οέ Ὀλυμπιάδα, ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις οἱ Ἕλληνες ... ἤρξατο δὲ διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος κατὰ Ὀλυμπιάδα πά ἔτει ά ... τὰ πάντα δ᾽ ἦν αὐτῷ δράματα ζζζβ́, σῴζεται δὲ οή ... ἐτελεύτησε δέ, ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ό ἔτη γεγονώς, ὡς δὲ Ἐρατοσθένης, οέ, καὶ ἐν Μακεδονίᾳ ἐτάφη.” Vit. Eur.

ἐπικήδειον καὶ Ἐπίγραμμα


μὲν γὰρ Εὐριπίδης μετὰ τὴν ἧτταν αὐτῶν καὶ τὸν ὄλεθρον γράφων ἐπικήδειον ἐποίησεν:

οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν
ἄνδρες, ὅτ᾽ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις.

CURFRAG.tlg-0006.1
Plut. Nic. 17
π. μυκήτων: Ἐπαρχίδης Εὐριπίδην φησὶ τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ, καὶ γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων, ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα:

τὸν ἀγήραντον πόλον αἰθέρος Ἥλιε τέμνων,
ἆρ᾽ εἶδες τοιόνδ᾽ ὄμματι πρόσθε πάθος,
μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους
ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους;

CURFRAG.tlg-0006.2
Ath. 2. 61b

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: