previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς καὶ Κορνηλίας τῆς Σκιπίωνος, καὶ ὅσαι ἐγέενοντο θαυμασταὶ καὶ περιβόητοι, ταῦτα δ᾽ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως.” Plut. Coni. Praec. 48
δ᾽ Ἀνάχαρσις ἐν τῇ στοᾷ καθῆστο, καὶ παιδίσκη προειστήκει τῆν κόμην ταῖς χερσὶ διακρίνουσα. ταύτην Θαλῆς ἐλευθεριώτατά πως αὐτῷ προσδραμοῦσαν ἐφίλησε καὶ γελάσαςοὕτωςἔφηποίει καλὸν τὸν ξένον, ὅπως ἡμερώτατος ὢν μὴ φοβερὸς τὴν ὄψιν ἡμῖν μηδ᾽ ἄγριος.’ ἐμοῦ δ᾽ ἐρομένου περὶ τῆς παιδὸς ἥτις εἴη,‘τὴν σοφήνἔφηκαὶ περιβόητον ἀγνοεῖς Εὔμητιν; οὕτω γὰρ ταύτην πατὴρ αὐτός, οί δὲ πολλοὶ πατρόθεν ὀνομάζουσι Κλεοβουλίνην.’ καὶ Νειλόξενος εἶπεν που τὴν περὶ τὰ αἰνίγματα δεινότητα καὶ σοφίανἔφητῆς κόρης ἐπαινεῖς: καὶ γὰρ εἰς Αἴγυπτον ἔνια τῶν προβαλλομένων ὑπ᾽ αὐτῆς διῖκται.’ ‘οὐκ ἔγωγεεἶπεν Θαλῆς: ‘τούτοις γὰρ ὥσπερ ἀο ἀστραγάλοις, ὅταν τύχῃ, παίζουσα χρῆται καὶ διαβάλλεται πρὸς τοὺς ἐντυχόντας. ἀλλὰ καὶ φρόνημα θαυμαστὸν καὶ νοῦς ἔνεστι πολιτικὸς καὶ φιλάνθρωπον ἦθος, καὶ τὸν πατέρα τοῖς πολίταις πραότερον ἄρχοντα παρέχει καὶ δημοτικώτερον.’ ‘εἶεν Νειλόξενος ἔφη: ‘καὶ φαίνεται βλέποντι πρὸς τὴν λιτότητα καὶ ἀφέλειαν αὐτῆς: Ἀνάχαρσιν δὲ πόθεν οὕτω τημελεῖ φιλοστόργως;’ ‘ὅτιἔφησώφρων ἀνήρ ἐστι καὶ πολυμαθής, καὶ τὴν δίαιταν αὐτῇ καὶ τὸν καθαρμόν, χρῶνται Σκύθαι περὶ τοὺς κάμνοντας, ἀφθόνως καὶ προθύμως παραδέδωκε. καὶ νῦν οἶμαι περιέπειν αὐτὴν τὸν ἄνδρα καὶ φιλοφρονεῖσθαι μανθάνουσάν τι καὶ προσδιαλεγομένην.’” Plut. Sept. Sap. 3
ἦν τοίνυν Θαλῆς, ὡς μὲν Ἡρόδοτος καὶ Δοῦρις καὶ Δημόκριτός φασι, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης.” Diog. L. i. 22
π. γρίφων: ἀλλ᾽ ἡμεῖς ζητήσωμεν πρότερον μὲν τίς ὅρος τοῦ γρίφου, τίνα δὲ Κλεοβουλίνη Λινδία προὔβαλλεν ἐν τοῖς αἰνίγμασιν.” Ath. 10. 448 b
“ ... Ἄλεξις ἐν Κλεοβουλίναις.” Ath. 13. 586 a
παροψωνεῖν δ᾽ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις οὕτως.” Ath. 4.171 b

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: