Ελεγείων
“τ̔ῷ δ᾽ ἡμετέρῳ χορῷ οἶνος φίλος θυρσοφόρος μέγα πρεσβεύων Διόνυσοσ᾽ φησιν Ἴων ὁ Χῖος ἐν τοῖς Ἐλεγείοις: ἁὕτη γὰρ᾽ κτλ.
” Ath. 10. 447d... ἡμετέρῳ δὲ χορῷ
οἶνος φυρσοφόρος, μέγα, πρεσβεύων Διόνυσος:
αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων,
ᾗ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων,
5ἐξ οὗ βοτρυόεσσ᾽ οἰνὰς ὑποχθόνιον
πτόρθον ἀνασχομένη θαλερῷ ἐπορέξατο πήχει
αἰθέρος, ὀφθαλμῶν δ᾽ ἐξέθορον πυκινοὶ
παῖδες φωνήεντες, ὅταν πέσῃ ἄλλος ἐ᾽ ἄλλῳ,
πρὶν δὲ σιωπῶσιν, παυσάμενοι δὲ βοῆς
10νέκταρ ἀμέλγονται ποτὸν ὄλβιον ἀνθρώποισιν
ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές:
τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροίτε:
τῶν δ᾽ ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν.
τοῦ σὺ πάτερ Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων
15ἀνδράσιν εὐθύμων συμποσίων πρύτανι,
χαῖρε: δίδου δ᾽ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων,
πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν.CURFRAG.tlg-0308.1
“καὶ Ἴων δ᾽ ὁ Χῖός φησιν:
” Ath. 11. 463bχαιρέτω ἡμέτερος βασιλεὺς σωτήρ τε πατήρ τε:
ἡμῖν δὲ κρητῆρ᾽ οἰνοχόοι φέραπες
κιρνάντες προχέοιεν ἐν ἀργυρέαις: ὁ δὲ χρυσὸς
οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος.
5σπένδοντες δ᾽ ἁγνῶς Ἡρακλέϊ τ᾽ Ἀλκμήνῃ τε
Προκλέϊ Περσείδαις τ᾽ ἐκ Διὸς ἀρχόμενοι
πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή,
ὀρχείσθω τις, ἑκὼν δ᾽ ἄρχε φιλοφροσύνης:
ὅντινα δ᾽ εὐειδὴς μίμνει θήλεια πάρευνος,
10κεῖνος τῶν ἄλλων κυδρότερον πιέτω.CURFRAG.tlg-0308.2
“π. τόνου: ἐπὶ μὲν οὖν τοῦ φθόγγου χρῶνται τῷ ὀνόματι οἱ λέγοντες ἑπτάτονον τὴν φόρμιγγα, καθάπερ Τέρπανδρος καὶ Ἴων. ὁ μὲν γάρ φησιν: ... ὁ δέ:
” Eucl. (Cleon.) Intr. Harm. 19 MἙνδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχοισα
εἰς συμφωνούσας Ἁρμονίας τριόδους,
πρὶν μέν σ᾽ ἑπτάτονον ψάλλον διὰ τέσσαρα πάντες
Ἕλληνες σπανίαν μοῦσαν ἀειράμενοι ...CURFRAG.tlg-0308.3
“π. φερεκύδου: Ἴων δ᾽ ὁ Χῖος περὶ αὐτοῦ φησιν:
” Diog. L. i. 120ὣς ὁ μὲν ἠνορέῃ τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ
καὶ φθίμενος ψυχῇ τερπνὸν ἔχει βίοτον,
εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων
ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν.CURFRAG.tlg-0308.4
“ὅτι εἴρηται ἀρρενικῶς ... ὁ ὀρίγανος ... Ἴων:
” Ath. 2. 68bαὐτὰρ ὅ γ᾽ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.
CURFRAG.tlg-0308.5
“ἔνιοι δὲ καὶ τεκεῖν ἐκ Θησέως Ἀριάδνην Οἰνοπίωνα καὶ Στάφυλον, ὧν καὶ Ἴων ὁ Χῖος περὶ τῆς ἑαυτοῦ πατρίδος λέγων:
” Plut. Vit. Thes. 20τήν ποτε Θησεΐδης ἔκτισεν Οἰνοπίων
CURFRAG.tlg-0308.6
“π. Ἴωνος: καὶ αὐτὸς δὲ ἐν τοῖς Ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας Τελέου δὲ θυγατρός, ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις.” Ath. 10. 436 f
“ὁ δὲ ποιητὴς Ἴων μοθωνικήν φησι τὴν ὁμιλίαν καὶ ὑπότυφον εἶναι τοῦ Περικλέους καὶ ταῖς μεγαλαυχίαις αὐτοῦ πολλὴν ὑπεροψίαν ἀναμεμεῖχθαι καὶ περιφρόνησιν τῶν ἄλλων: ἐπαινεῖ δὲ τὸ Κίμωνος ἐμμελὲς καὶ ὑγρὸν καὶ μεμουσώμενον ἐν ταῖς συμπεριφοραῖς. ἀλλ᾽ Ἴωνα μὲν ὥσπερ τραγικὴν διδασκαλίαν ἀξιοῦντα τὴν ἀρετὴν ἔχειν τι πάντως καὶ σατυρικὸν μέρος ἐῶμεν ... ” Plut. Vit. Pericl. 5. 3