Ἀγάθωνος
“Ἀγάθων: τραγῳδίας ποιητὴς εἰς μαλακίαν σκωπτόμενος Ἀριστόφανει τῷ Γηρυτάδῃ: ἦν δὲ Τισαμενοῦ τοῦ Ἀθηναίου υἱός, παιδικὰ γεγονὼς Παυσανίου τοῦ τραγικοῦ, μεθ᾽ οὗ πρὸς Ἀρχέλαον τὸν βασιλέα ᾤχετο, ὡς Μαρσύας ὁ νεώτερος. ἐμιμεῖτο δὲ τὴν κομψότητα τῆς λέξεως Γοργίου τοῦ ῥήτορος.” Sch. Plat. Symp. 172a “ὁ μὲν γὰρ (Ἀγάθων) ἐπὶ ἄρχοντος Εὐφήμου στεφανοῦται Ληναίοις.” Ath. 5. 217a “ἐπιλήσμων μεντ ἂν εἴην, ὦ Ἀγάθων, εἰπεῖν τὸν Σωκράτη, εἰ ἰδὼν τὴν σὴν ἀνδρείαν καὶ μεγαλοφροσύνην ἀναβαίνοντος ἐπὶ τὸν ὀκρίβαντα μετὰ τῶν ὑποκριτῶν, καὶ βλέψαντος ἐναντία τοσούτῳ θεάτρῳ, μέλλοντος ἐπιδείξεσθαι σαυτοῦ λόγους, καὶ οὐδ᾽ ὁπωστιοῦν ἐκπλαγέντος, νῦν οἰηθείην σε θορυβήσεσθαι ἕνεκα ἡμῶν ὀλίγων ἀνθρώπων.” Plat. Symp. 194a
Ἐλεγείον
“π. χρόνου οὐσίας: Ἀγάθωνος:
” Stob. Ecl. i. 8. 6ὤφελεν ὡς ἀφανὴς οὕτω φανερώτατος εἶναι
καιρός, ὃς αὐξάνεται πλεῖστον ἀπ᾽ εὐλαβίης.CURFRAG.tlg-0318.1