Σωκράτους
“Σωκράτης: Σωφρονίσκου λιθοξόου καὶ μητρὸς φαιναρέτης μαίας: πρότερον γενόμενος λιθοξόος ... εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου ... ἐς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτιδαίαν καὶ ἐπὶ Δηλίῳ ... καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, Ὀλυμπίαδι οζ́, ἐβίω δὲ ἔτη π́, εἶτα ἀλογία, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπών, ἢ ὥς τινες βούλονται Ὕμνον εἰς Ἀπόγγωνα καὶ Μῦθον Αἰσώπειον δί᾽ ἐπῶν.” Suid. “ὁ οὖν Κέβης ὑπολαβὼν ‘νὴ τὸν Δία, ὦ Σώκρατες,’ ἔφη ‘εὖ γ᾽ ἐποίησας ἀναμνήσας με. περὶ γάρ τοι τῶν ποιημάτων ὧν πεποίηκας ἐντείνας τοὺς τοῦ Αἰσώπου λόγους καὶ τὸ εἰς τὸν Ἀπόλλω Προοίμιον καὶ ἄλλοι τινές με ἤδη ἤροντο, ἀτὰρ καὶ Εὔηνος πρῴην, ὅτι ποτὲ διανοηθείς, ἐπειδὴ δεῦρο ἦλθες, ἐποίησας αὐτά, πρότερον οὐδὲν πώποτε ποιήσας. εἰ οὖν τί σοι μέλει τοῦ ἔχειν ἐμὲ Ευήνῳ ἀποκρίνασθαι ὅταν με αὖθις ἐρωτᾷ (εὖ οἶδα γὰρ ὅτι ἐρήσεται) εἰπὲ τί χρὴ λέγειν.’ -- ‘λέγε τοίνυν’ ἔφη ‘αὐτῷ, ὦ Κέβης, τἀληθῆ, ὅτι οὐκ ἐκείνῳ βουλόμενος οὐδὲ τοῖς ποιήμασιν αὐτοῦ ἀντίτεχνος εἶναι ἐποίησα ταῦτα (ᾔδη γὰρ ὡς οὐ ῥᾴδιον εἴη), ἀλλ᾽ ἐνυπνίων τινῶν ἀποπειρώμενος τί λέγοι, καὶ ἀφοσιούμενος εἰ πολλάκις ταύτην τὴν μουσικήν μοι ἐπιτάττοι ποιεῖν ... οὕτω δὴ πρῶτον μὲν εἰς τὸν θεὸν ἐποίησα οὗ ἧν ἡ παροῦσα θυσία, μετὰ δὲ τὸν θεόν, ἐννοήσας ὅτι τὸν ποιητὴν δεοί, εἴπερ μέλλοι ποιητὴν εἶναι, ποιεῖν μύθους ἀλλ᾽ οὐ λόγους, καὶ αὐτὸς οὐκ ἦ μυθολογικός, διὰ ταῦτα δὴ οὓς προχείρους εἶχον μύθους καὶ ἠπιστάμην τοὺς Αἰσώπου, τούτων ἐποίησα οἷς πρώτοις ἐνέτυχον. ταῦτα οὖν, ὦ Κέβης, Εὐήνῳ φράζε, καὶ ἐρρῶσθαι καί, ἂν σωφρονῇ, ἔμε διώκειν ὡς τάχιστα. ἄπειμι δέ, ὡς ἔοικε, τήμερον: κελεύουσι γὰρ Ἀθηναῖοι.’” Plat. Phaed. 60 c “ἀφ᾽ οὗ κατῆλθον οἱ Ἕλληνες οἱ μετὰ Κύρου ἀναβάντες, καὶ Σωκράτης ὁ φιλόσοφος ἐτελεύτησεν βιοὺς ἔτη *ΔΔ, ἔτη ΗΔΔΔ *ΙΙ, ἄρχοντος Ἀθήνησιν Λάχητος.” Marm. Par. 79 (66)
ποιημάτων
“π. Σωκράτους: ἀλλὰ καὶ παιᾶνα κατά τινας ἐποίησεν, οὗ ἡ ἀρχή:
Διονυσόδωρος δέ φησι μὴ εἶναι αὐτοῦ τὸν παιᾶνα. ἐποίησε δὲ καὶ μῦθον Αἰσώπειον οὐ πάνυ ἐπιτετευγμένως, οὗ ἡ ἀρχή:Δήλἰ Ἄπολλον χαῖρε, καὶ Ἄρτεμι, παῖδε κλεεινώ
CURFRAG.tlg-0262.1”Αἴσωπός ποτ᾽ ἔλεξε Κορίνθιον ἄστυ νέμουσιν
μὴ κρίνειν ἀρετὴν λαοδίκῳ σοφίῃ.CURFRAG.tlg-0262.2Diog. L. 2. 42
“ἦν γὰρ τὸ τῆς ὀρχήσεως γένος τῆς ἐν τοῖς χοροῖς εὔσχημον τότε καὶ μεγαλοπρεπὲς καὶ ὡσανεὶ τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἀπομιμούμενον. ὅθεν καὶ Σωκράτης ἐν τοῖς Ποιήμασιν τοὺς κάλλιστα χορεύοντας ἀρίστους φησὶν εἶναι τὰ πολέμια, λέγων οὕτως:
” Athenaeus 14. 628 eοἳ δὲ χοροῖς κάλλιστα θεοὺς τιμῶσιν, ἄριστοι
ἐν πολέμῳ.CURFRAG.tlg-0262.3