“Μίμνερμος: Λιγυρτιάδου, Κολοφώνιος ἢ Σμυρναῖος ἢ Ἀστυπαλαιεύς, ἐλεγειοποιός. γέγονε δὲ ἐπὶ τῆς λζ᾽ Ὀλυμπιάδος, ὡς προτερεύειν τῶν ζ᾽ σοφῶν. τινὲς δὲ αὐτοῖς καὶ συγχρονεῖν λέγουσιν. ἐκαλεῖτο δὲ καὶ Λιγυαστάδης, διὰ τὸ ἐμμελὲς καὶ λιγύ. ἔγραψε βιβλία †ταῦτα† πολλά.” Suid.
“π. Κολοφῶνος: ἄνδρες δ᾽ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος αὐλητὴς ἅμα καὶ ποιητὴς ἐλεγείας, καὶ Ξενοφάνης ... λέγει δὲ Πίνδαρος καὶ Πολύμναστον ... καὶ Ὅμηρον δέ τινες ἐντεῦθεν εἶναί φασιν.” Str. 14. 643
Phot. Bibl. 319b. 11.
““ Μίμνερμος δέ, τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς
ἦχον καὶ μαλακοῦ πνεῦμ᾽ ἀπὸ πενταμέτρου,
καίετο μὲν Ναννοῦς, πολιῷ δ᾽ ἐπὶ πολλάκι λωτῷ
κημωθεὶς κώμους εἶχε σὺν Ἐξαμύῃ,
ἤχθεε δ᾽ Ἑρμόβιον τὸν ἀεὶ βαρὺν ἠδὲ Φερεκλῆν
ἐχθρόν, μισήσας οἷ᾽ ἀνέπεμψεν ἔπη.
”1” Hermesianax ap. Ath. 13.597 f.
Ath. 15. 699c
“φησὶ Πολέμων: ὅτι ἦν τις περὶ αὐτοὺς (παρῳδούς) δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ: “ ... ἀρχαιῶν ἦν ὅδ᾽ ἀνὴρ προγόνων,
””
εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν
ξεῖνος, Μιμνέρμου δ᾽ εἰς ἔπος ἄκρον ἰὼν
παιδομανεῖ Τῄῳ τε πότης ἴσος ...Ath. 15. 699c2
“ νῦν δὲ τὸ μὲν Τελχῖνες ἐπιτρύζουσιν ἀεικὲς
”
νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι,
εἵνεκεν οὐχ ἓν ἄεισμα διηνεκές, ἢ βασιλῆας
κλῄσας, ἐν πολλαῖς ἤνυσα χιλιάσιν,
5ἢ ἀρχαίους ἥρωας, ἔπος δ᾽ ἐπὶ τυτθὸν ἑλίσσω
παῖς ἅτε: τῶν δ᾽ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.
φημὶ δὲ καὶ Τελχῖσιν ἐγὼ τόδε: “φῦλον ἄϊδρι,
μοῦνον ἑὸν τήκειν ἧπαρ ἐπιστάμενον,
ἤν, ἔξοιδ᾽ ἄρ᾽ ἐὼνὀλιγόστιχος: ἀλλὰ καθέλκει
10δρῦν πολὺ τὴν μακρὴν ὄμπνια Θεσμοφόρος,
τοῖν δὲ δυοῖν Μίμνερμος ὅτι γλυκὺς αἱ κατὰ λεπτὸν
ὧδε μὲν, ἡ μεγάλη δ᾽ οὐκ ἐδίδαξε γυνή ... ”Callim. Aitia Ox. Pap. 2079
“ἐδίδαξαν αἱ κατὰ λεπτόν: οὐκ ἐδίδαξεν ἡ μεγάλη. λέγει ὅτι γλυκὺς ὁ Μίμνερμος. ὧδε: οὕτως: ἡδὺς ἐν τοῖς μικροῖς.” Schol. ad Aitia Ox. Pap. 2079, Milne Brit. Mus. Lit. Pap. 181. 11
““ Ναννοῦς καὶ Λύδης ἐπίχει δύο, καὶ φιλεράστου
Μιμνέρμου, καὶ τοῦ σώφρονος Ἀντιμάχου:
συγκέρασον τὸν πέμπτον ἐμοῦ, τὸν δ᾽ ἕκτον ἑκάστου,
Ἡλιόδωρ᾽, εἴπας, ὅστις ἐρῶν ἔτυχεν:
ἕβδομον Ἡσίοδου, τὸν δ᾽ ὄγδοον εἶπον Ὁμήρου,
τὸν δ᾽ ἔνατον Μουσῶν, μνημοσύνης δέκατον.
μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι: τἄλλα δ᾽ ἔρωτος
νήφοντ᾽ οἰνωθέντ᾽ οὐχὶ λίην μ᾽ ἄραρεν.
”3” Poseidippus ap. Anth. Pal. 12. 168
“καὶ ἄλλος δ᾽ ἐστὶν ἀρχαῖος νόμος καλούμενος Κραδίας, ὅνφησιν Ἱππῶναξ Μίμνερμον αὐλῆσαι. ἐν ἀρχῇ γὰρ ἐλεγεῖα μεμελοποιημένα οἱ αὐλῳδοὶ ᾖδον: τοῦτο δὲ δηλοῖ ἡ τῶν Παναθηναίων γραφὴ ἡ Περὶ τοῦ Μουσικοῦ Ἀγῶνος.” Plut. Mus. 8
“χαμαιλέων δὲ ἐν τῷ Περὶ Στησιχόρου καὶ μελωδηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσίοδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου.” Ath. 14. 620c
Hor. Ep. i. 6. 65
“ si, Mimnermus uti censet, sine amore iocisque
nil est iucundum, vivas in amore iocisque.
”Hor. Ep. i. 6. 65
Hor. Ep. ii. 2. 99
“ discedo Alcaeus puncto illius; ille meo quis?
quis nisi Callimachus? si plus adposcere visus,
fit Mimnermus et optivo cognomine crescit.
”Hor. Ep. ii. 2. 99
“μιμνερμυς δυος λιβρος λυξυλεντος σξριπσιτ.
”Porphyrio ad Ep. . ii.2.99
Prop. i. 9. 9
“ quid tibi nunc misero prodest grave dicere carmen
aut Amphioniae moenia flere lyrae?
plus in amore valet Mimnermi versus Homero;
carmina mansuetus lenia quaerit Amor.
I quaeso et tristes istos compone libellos,
et cane quod quaevis nosse puella velit.
”Prop. i. 9. 9