ἐλεγείων
“Κριτίας δὲ οὕτως (τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγει):
” Ath. i. 28 bΚότταβος ἐκ Σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα:
εἶτα δ᾽ ὄχος Σικελός, κάλλει δαπάνῃ τε κράτιστος.
... Θεσσαλικὸς δὲ θρόνος γυίων τρυφερωτάτη ἕδρα.
εὐναίου δὲ λέχους μαλλὸν ἄριστον ἔχει
Μίλητός τε Χίος τ᾽ ἔναλος πόλις Οἰνοπίωνος,
Τυρσήνη δὲ κρατεῖ χρυσότυπος φιάλη,
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ:
10Φοίνικες δ᾽ εὗρον γράμματ᾽ ἀλεξίλογα,
θήβη δ᾽ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη:
φορτηγοὺς δ᾽ ἀκάτους Κᾶρες, ἁλὸς ταμίαι.
τὸν δὲ τροχοῦ γαίης τε καμίνου τ᾽ ἔκγονον εὗρεν
κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.CURFRAG.tlg-0319.1
“προπόσεις δὲ τὰς γινομένας ἐν τοίς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι: δηλοῖ δὲ ταῦτα Κριτίας ἐν τοῖς Ἐλεγείοις:
ἑξῆς τε πάλιν φησίν:καὶ τόδ᾽ ἔθος Σπάρτῃ μελέτημά τε κείμενόν ἐστι,
πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα,
μηδ᾽ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα,
μηδ᾽ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου
... ἄγγεα Λυδὴ χεὶρ εὗρ᾽ Ἀσιατογενής,
καὶ προπόσεις ὀρέγειν ἐπιδέξια καὶ προκαλεῖσθαι
ἐξονομακλήδην ᾧ προπιεῖν ἐθέλῃ:
εἶτ᾽ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
10εἰς αἰσχροὺς μύθους, σῶμά τ᾽ ἀμαυρότερον
τεύχουσιν: πρὸς δ᾽ ὄμματ᾽ ἀχλὺς ἀμβλωπὸς ἐφίζει:
λῆστις τ᾽ ἐκτήκει μνημοσύνην πραπίδων:
νοῦς δὲ παρέσφαλται: δμῶες δ᾽ ἀκόλαστον ἔχουσιν
ἦθος: ἐπεισπίπτει δ᾽ οἰκοτριβὴς δαπάνη.
οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον
ὥστε φρέν᾽ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν,
εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα:
τοιαύτη τε πόσις σώματί τ᾽ ὠφέλιμος
γνώμῃ τε κτήσει τε: καλῶς τ᾽ εἰς ἔργ᾽ Ἀφροδίτης
20πρός θ᾽ ὕπνον ἥρμοσται τὸν καμάτων λιμένα,
πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν,
καὶ τῆς Εὐσεβίης γείτονα Σωφροσύνην.CURFRAG.tlg-0319.2”αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα
τέρψασαι λυποῦσ᾽ εἰς τὸν ἅπαντα χρόνον:
ἡ Λακεδαιμονίων δὲ δίαιθ᾽ ὁμαλῶς διάκειται,
ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν
καὶ τὸ πονεῖν εἶναι δυνατούς: οὐκ ἔστ᾽ ἀπότακτος
ἡμέρα οἰνῶσαι σῶμ᾽ ἀμέτροισι πότοις.CURFRAG.tlg-0319.3Ath. 10. 432d
εἰς Ἀλκιβιάδην
“π. συνεκφωήσεως: ἐν δὲ τοῖς ἔ̂πεσι σπανίως: ὥστε Κριτίας ἐν τῇ εἰς Ἀλκιβιάδην Ἐλεγείᾳ οὐκ ᾤετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα: φησὶ γάρ:
” Heph. 2. 3. p. 9 Cons.καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω
Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις:
οὐ γάρ πως ἦν τοὔνομ᾽ ἐφαρμόζειν ἐλεγείῳ:
νῦν δ᾽ ἐν ἰαμβείῳ κείσεται οὐκ ἀμέτρως.CURFRAG.tlg-0319.4
“τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλεγείαις πεποίηκεν ὑπομιμνῄσκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις:
” Plut. Alcib. 33γνώμη δ᾽ ἥ σε κατήγαγ᾽, ἐγὼ ταύτην ἐν ἅπασιν
εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε:
σφραγὶς δ᾽ ἡμετέρης γλώσσης ἐπὶ τοῖσδεσι κεῖται.CURFRAG.tlg-0319.5
οτηερ
“ἔτι τοίνυν Γοργίας μὲν ὁ Λεοντῖνός φησι τὸν Κίμωνα τὰ χρήματα κτᾶσθαι μὲν ὡς χρῷτο, χρῆσθαι δὲ ὡς τιμῷτο: Κριτίας δὲ τῶν τριάκοντα γενόμενος ἐν ταῖς Ἐλεγείαις εὔχεται:
” Plut. Vit. Cim. 10πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος,
νίκας δ᾽ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.CURFRAG.tlg-0319.6
“π. φιλοπονίας καὶ μελέτης καὶ ὅτι ἀσύμφορον τὸ ὀκνεῖν: Κριτίου:
” Stob. Fl. 29. 10ἐκ μελέτης πλείους ἢ κ᾽ φύσεως ἀγαθοί.
CURFRAG.tlg-0319.7
“ἑνὸς τῶν Ἑπτὰ Σοφῶν ἐστιν ἀπόφθεγμα τὸ ‘μηδὲν ἄγαν,’ ὅπερ Χείλωνι ἀνατιθέασιν, ὡς Κριτίας:
” Sch. Eur. Hipp. 264ἦν Λακεδαιμόνιος Χείλων σοφός, ὃς τάδ᾽ ἔλεξε:
‘μηδὲν ἄγαν:’ καιρῷ πάντα πρόσεστι καλά.CURFRAG.tlg-0319.8