Κλεοβούλου
“π. τῶν Ἑπτὰ Σοφῶν: τούτων ἦν καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμονίοις Χίλων.” Plat. Prot. 343a
“” Paus. 10. 24. 1
“ ... Κλεόβουλος ὁ Λινδΐων τύραννος.” Plut. de E 3
“π. μνηστείας: Κλεόβουλος ἔφη δεῖν συνοικίζειν ἀνδράσι τὰς ἑαυτῶν θυγατέρας τὴν μὲν ἡλικίαν παρθένους τὸ δὲ φρονεῖν γυναῖκας.” Stob. Fl. 70. 16
“π. τῆς κατὰ τὰς οἰκίας ἐπιμελείας: (τοῦτον οὖν ἄριστον) ὁ Κλεόβουλος (εἶπεν αὑτῷ δοκεῖν οἶκον) εἰ πλείονας ἔχοι τῶν φοβουμένων αὐτὸν τοὺς φιλοῦντας ὁ δεσπότης.” Plut. Sept. Sap. 12
“ἀρετῆς οἰκεῖον ἀδικίαν μισεῖν, εὐσέβειαν φυλάσσειν: Κλεοβούλου.” Apost. 3. 97a
ἐπίγραμμα καὶ Αἴνιγμα
“Κλεόβουλος Εὐαγόρου Λίνδιος, ὡς δὲ Δοῦρις, Κάρ: ἔνιοι δὲ εἰς Ἡρακλέα ἀναφέρειν τὸ γένος αὐτόν: ῥώμῃ δὲ καὶ κάλλει διαφέρειν, μετασχεῖν δὲ τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. γενέσθαι δὲ αὐτῷ θυγατέρα Κλεοβουλίνην, αἰνιγμάτων ἑξαμέτρων ποιήτριαν, ἧς μέμνηται καὶ Κρατῖνος ἐν τῷ ὁμωνύμῳ δράματι, πληθυντικῶς ἐπιγράψας. ἀλλὰ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀνανεώσασθαι αὐτὸν κτισθὲν ὑπὸ Δαναοῦ. οὗτος ἐποίησεν Ἄισματα καὶ Γρίφους εἰς ἔπη τρισχίλια. >καὶ τὸ Ἐπίγραμμά τινες τὸ ἐπὶ Μίδᾳ τοῦτόν φασι ποιῆσαι:
φέρουσι δὲ μαρτύριον Σιμωνίδου ᾆσμα, ὅπου φησί: ‘τίς κεν αἰνήσειε νόῳ πινυτὸς Λίνδου ναέταν Κλεόβουλον ι ἀενάοις ποταμοῖσιν ἄνθεσί τ᾽ εἰαρινοῖς ι ἀελίου τε φλογὶ χρυσέας τε σελάνας ι καὶ θαλασσαίαισι δίναις ἀντία θέντα μένος στάλας; ι ἅπαντα γάρ ἐστι θεῶν ἥσσω: λίθον δὲ ι καὶ βρότεοι παλάμαι θραύοντι: μωροῦ φωτὸς ἅδε βουλά.’ οὐ γὰρ εἶναι Ὁμήρου τὸ ἐπίγραμμα, πολλοῖς ἔτεσι προέχοντος, φασί, τοῦ Μίδα. φέρεται δὲ αὐτοῦ ἐν τοῖς Παμφίλης Ὑπομνήμασι καὶ αἴνιγμα τοῖον:Χαλκέη παρθένος εἰμί, Μίδεω δ᾽ ἐπὶ σήματι κεῖμαι:
ἔστ᾽ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,
ἠέλιος δ᾽ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη,
καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζῃ δὲ θάλασσα,
αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐνὶ τύμβῳ
ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τεθάπται.CURFRAG.tlg-1274.1ἔστι δὲ ὁ ἐνιαυτός ... ἐτελεύτησε δὲ γηραιός, ἔτη βιοὺς ἑβδομήκοντα: καὶ αὐτῷ ἐπεγράφη: ‘ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ ι ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.’ ”εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα: τῶν δὲ ἑκάστῳ
κοῦραι δὶς τριά¯κοντα διάνδιχα εἶδος ἔχουσαι:
αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ᾽ αὖτε μέλαιναι:
ἀθάνατοι δέ τ᾽ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.CURFRAG.tlg-1274.2Diog. L. i. 89