Επιγραμμάτων
“Αἰσχύλου: εἰς ἑτέρους προμάχους Θεσσαλῶν:
” Anth. Pal. 7.255κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδρας
μοῖρα πολύρρηνον πατρίδα ῥυομένους:
ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοις
τλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν.CURFRAG.tlg-0085.3
“ἀποθανόντα δὲ ῾Αἰσχύλον᾽ Γελῷοι πολυτελῶς ἐν τοῖς δημοσίοις μνήμασι θάψαντες ἐτίμησαν μεγαλοπρεπῶς ἐπιγράψαντες οὕτω: Αἰσχύλον κτλ.
” Vit. Aesch. p. 120 W “ὁμοίως δὲ καὶ Αἰσχύλος τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἦττον ἐπὶ τοῦ τάφου ἐπιγραφῆναι ἠξίωσεν μᾶλλον τὴν ἀνδρείαν ποιήσας:” Ath. 14. 627cαἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει
μνῆμα καταφθίμενον πυροφόροιο Γέλας:
ἀλκὴν δ᾽ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι
καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος.CURFRAG.tlg-0085.4
“ἀλλ᾽ Ἀλέξανδρος ... ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ τὸν Αἰσχύλον:
” Plut Fort. Alex. 2. 2.βριθὺς ὁπλιτοπάλας δάϊος ἀντιπάλοις
CURFRAG.tlg-0085.5