Ἀλκιβιάδου
“Ἀλκιβιάδης: υἱὸς Κλεινίου ... Ἀθηναῖος, φιλόσοφος καὶ ῥήτωρ, μαθητὴς πρῶτον Σωφίλου, εἶτα Σωκράτους, οὗ καὶ ἐρώμενος, ὥς τινες ... οὗτος ἐστρατήγησεν Ἀθηναίων: καὶ λυπηθεὶς διὰ τὸ ἐκπεσεῖν αὐτὸν τῆς στρατηγίας τῆς τῶν Ἑρμῶν ἀποκοπῆς ἕνεκα, καὶ ἀποστὰς πρὸς Τισαφέρνην τὸν Πέρσην καὶ πολέμου αἴτιος γενόμενος Ἀθηναίοις, πάλιν αὐτοῖς εὔνους ἐγένετο ... ” Suid. “ἐνῆγε δὲ προθυμότατα τὴν στρατείαν Ἀλκιβιάδης ὁ Κλεινίου, βουλόμενος τῷ τε Νικίᾳ ἐναντιοῦσθαι, ὢν καὶ ἐς τἄλλα διάφορος τὰ πολιτικὰ καὶ ὅτι αὐτοῦ διαβόλως ἐμνήσθη, καὶ μάλιστα στρατηγῆσαί τε ἐπιθυμῶν καὶ ἐλπίζων Σικελίαν τε δί᾽ αὐτοῦ καὶ Καρχηδόνα λήψεσθαι καὶ τὰ ἴδια ἅμα εὐτυχήσας χρήμασί τε καὶ δόξῃ ὠφελήσειν. ὢν γὰρ ἐν ἀξιώματι ὑπὸ τῶνἀς τῶν, ταῖς ἐπιθυμίαις μείζοσιν ἢ κατὰ τὴν ὑπάρχουσαν οὐσίαν ἐχρῆτο ἔς τε τὰς ἱπποτροφίας καὶ τὰς ἄλλας δαπάνας. ὅπερ καὶ καθεῖλεν ὕστερον τὴν τῶν Ἀθηναίων πόλιν οὐχ ἥκιστα: φοβηθέντες γὰρ αὐτοῦ οἱ πολλοὶ τὸ μέγεθος τῆς τε κατὰ τὸ ἑαυτοῦ σῶμα παρανομίας ἐς τὴν δίαιταν καὶ τῆς διανοίας ὧν καθ᾽ ἓν ἕκαστον ἐν ὅτῳ γίγνοιτο ἔπρασσεν, ὡς τυραννίδος ἐπιθυμοῦντι πολέμιοι καθέστασαν: καὶ δημοσίᾳ κράτιστα διαθέντι τὰ τοῦ πολέμου ἰδίᾳ ἕκαστοι τοῖς ἐπιτηδεύμασιν αὐτοῦ ἀχθεσθέντες, καὶ ἄλλοις ἐπιτρέψαντες, οὐ διὰ μακροῦ ἔσφηλαν τὴν πόλιν.” Thuc. 6. 15 “τούτων δὲ πραττομένων, Φαρνάβαζος ὁ Δαρείου τοῦ βασιλέως σατράπης Ἀλκιβιάδην τὸν Ἀθηναῖον συλλαβὼν ἀνεῖλε, χαρίσασθαι βουλόμενος Λακεδαιμονίοις.” Diod. Sic. 14. 11
Ἐλεγείον
“ἐκωμῴδουν ὀνομαστὶ τοὺς ἄνδρας μέχρις Εὐπόλιδος: περιεῖλε δὲ τοῦτο Ἀλκ βιάδης ὁ στρατηγὸς καὶ ῥήτωρ: κωμῳδηθεὶς γὰρ παρὰ Εὐπόλιδος ἔρριψεν αὐτὸν ἐν τῇ θαλάττῃ ἐν Σικελίᾳ συστρατευόμενον εἰπών:
” Sch. Aristid. 3. 444βάπτε μὲν ἐν θυμέλῃσί μ᾽, ἐγὼ δέ σε κύμασι πόντου
βαπτίζων ὀλέσω νάμασι πικροτέροις.CURFRAG.tlg-0236.1