previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Αἰσχύλου



Αἰσχύλος τραγικὸς γένει μέν ἐστιν Ἀθηναῖος, Ἐλευσίνιος τῶν δήμων, υἱὸς Εὐφορίωνος, Κυνεγείρου ἀδελφός, ἐξ εὐπατριδῶν τὴν φύσιν: νέος δὲ ἤρξατο τῶν τραγῳδιῶν, καὶ πολὺ τοὺς πρὸ ἑαυτοῦ ὑπερῆρε κατά τε τὴν ποίησιν καὶ τὴν διάθεσιν τῆς σκηνῆς, τήν τε λαμπρότητα τῆς χορηγίας, καὶ τὴν σκευὴν τῶν ὑποκριτῶν, τήν τε τοῦ χοροῦ σεμνότητα, ὡς καὶ Ἀριστοφάνης:

ἀλλ᾽ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
καὶ κοσμήσας τραγικὸν λῆρον.

Aristoph. Frogs 1004.
συνεχρόνισε δὲ Πινδάρῳ, γεγονὼς κατὰ τὴν ξγ́ Ὀλυμπιάδα ... ἐβίωσε δὲ ἔτη ξθ́, ἐν οἷς ἐποίησε δράματα ό, καὶ ἐπὶ τούτοις σατυρικὰ ἀμφὶ τὰ πέντε: νίκας δὲ τὰς πάσας εἴληφε τρισκαίδεκα, οὐκ ὀλίγας δὲ μετὰ τελευτὴν νίκας ἀπηνέγκατο.

Vit. Aesch. 1

“( 48 ) ἀφ᾽ οὗ ἐν Μαραθῶνι μάχη ἐγένετο Ἀθηναίοις πρὸς τοὺς Πέρσας Ἀρταφέρνην τε τὸν Δαρείου ἀδελφιδοῦν καὶ Δᾶτιν στρατηγόν, ἣν ἐνίκων Ἀθηναῖοι, ἔτη ΗΗΔΔΓΙΙ, ἄρχοντος Ἀθήνησιν τοῦ δευτέρου Φαινιππίδου: ἐν μάχῃ συνηγωνίσατο Αἰσχύλος ποιητὴς ἐτῶν ὢν ΔΔΔΓ.” Marm. Par. 62
ἀφ᾽ οὗ Αἰσχύλος ποιητὴς τραγῳδίᾳ πρῶτον ἐνίκησε ... ἔτη ΗΗΔΔΙΙ, ἄρχοντος Ἀθήνησι Φιλοκράτους.” Marm. Par. 65 (50)
ἀφ᾽ οὗ Ἀἰσχύλος ποιητὴς βιώσας ἔτη ΓΔΓΙΙΙΙ ἐτελεύτησεν ἐν Γέλᾳ τῆς Σικελίας ἔτη ΗΓΔΔΔΔΙΙΙ, ἄρχοντος Ἀθήνησι Καλλίου τοῦ προτέρου.” Marm. Par. 74 (59)

ἐλεγείων


Γλαυκίας δ᾽ π̔ήτωρ καὶ τὸ δεξιὸν κέρας Αἰαντίδαις τῆς ἐν Μαραθῶνι παρατάξεως ἀποδοθῆναι, ταῖς Αἰσχύλου εἰς τὴν μεθορίαν ἐλεγείαις πιστούμενος, ἠγωνισμένου τὴν μάχην ἐκείνην ἐτιφανῶς.” Plut. Q. Conv. i. 10.3
καὶ γὰρ Αἰσχύλος ἐν ταῖς Ἐλεγείαις ὡς πολυφάρμακον λέγει τὴν Τυρρηνίαν:

Τυρρηνῶν γενεάν, φαπμακοποιὸν ἔθνος.

CURFRAG.tlg-0085.1
Theophr. H P. 9. 15
παιὰν μελάθροις ἐν βασιλείοις νεοκρᾶτα φίλον κομίζει: ... νεοκρᾶτα: κρατῆρα

νεοκρήτου τ᾽ εἰσεπιλειβομένας

CURFRAG.tlg-0085.2
Sch. Aesch. Cho. 343

Επιγραμμάτων


Αἰσχύλου: εἰς ἑτέρους προμάχους Θεσσαλῶν:

κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδρας
μοῖρα πολύρρηνον πατρίδα ῥυομένους:
ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοις
τλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν.

CURFRAG.tlg-0085.3
Anth. Pal. 7.255
ἀποθανόντα δὲ ῾Αἰσχύλον᾽ Γελῷοι πολυτελῶς ἐν τοῖς δημοσίοις μνήμασι θάψαντες ἐτίμησαν μεγαλοπρεπῶς ἐπιγράψαντες οὕτω: Αἰσχύλον κτλ.

αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει
μνῆμα καταφθίμενον πυροφόροιο Γέλας:
ἀλκὴν δ᾽ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι
καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος.

CURFRAG.tlg-0085.4
Vit. Aesch. p. 120 Wὁμοίως δὲ καὶ Αἰσχύλος τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἦττον ἐπὶ τοῦ τάφου ἐπιγραφῆναι ἠξίωσεν μᾶλλον τὴν ἀνδρείαν ποιήσας:” Ath. 14. 627c
ἀλλ᾽ Ἀλέξανδρος ... ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ τὸν Αἰσχύλον:

βριθὺς ὁπλιτοπάλας δάϊος ἀντιπάλοις

CURFRAG.tlg-0085.5
Plut Fort. Alex. 2. 2.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: