previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Σίλλων


οἱ μέντοι ποιηταὶ πολλάκις ἐπὶ τούτοις συστολὰς ποιοῦνται, ὡς παρὰ Ξενοφάνει:

ἐξ ἀρχῆς καθ᾽ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες

CURFRAG.tlg-0267.10
καὶ πάλιν:(fr. 36).

Hdn. π. διχρ. Gram. Gr. 2. 1. 16. 19

ἔνθεν καὶ Ξενοφάνης διελέγχων τοὺς περὶ Ὅμηρον καὶ Ἡσίοδόν φησι:

πάντα θεοῖς ἀνέθηκαν Ὅμηρός θ᾽ Ἡσίοδός τε,
ὅσσα παρ᾽ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.

CURFRAG.tlg-0267.11
Sext. Emp. adv. Math. 9. 193
Ὅμηρος δὲ καὶ Ἡσίοδος κατὰ τὸν Κολοφώνιον Ξενοφάνη:

οἳ πλεῖστ᾽ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.

CURFRAG.tlg-0267.12
Sext. Emp. i. 289
alii Homerum quam Hesiodum maiorem natu fuisse scripserunt, in quibus Philochorus et Xenophanes, alii minorem.A. Gell. 3. 11

καὶ πάλιν:

ἀλλ᾽ οἱ βροτοὶ δοκέουσι γεννᾶσθαι θεοὺς
τὴν σφετέρην ἐσθῆτατ᾽ ἔχειν φωνήν τε δέμας τε.

CURFRAG.tlg-0267.13
καὶ πάλιν:

εἰ δέ τοι ἵπποι ἔχον χέρας βόες ἠὲ λέοντες
γράψαι χροίῃσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ᾽ ἐποίουν
τοιαῦθ᾽ οἷόνπερ καὐτοὶ δέμας εἶχον ἕκαστοι,
ἵπποι μέν θ᾽ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοῖα.

CURFRAG.tlg-0267.14

Clem. Al. Str. 5. 109. 2 (after fr. 23)

Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται, καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν, ὥς φησιν Ξενοράνης:

Αἰθίοπές τε θεοὺς σφετέρους σιμοὺς μέλανάς τε
Θρῇκές τε γλαυκοὺς καὶ πυρρούς φασι πελέσθαι:

CURFRAG.tlg-0267.15
οὕτως καὶ τὰς ψυχὰς ὁμοιοῦσιν καὶ τοῖς αὐὐῖς πάθεσιν ἐνεχομένους ἀναπλάττουσιν.

Clem. Al. Str. 7. 22

Βάκχον δὲ οὐ τὸν Διόνυσον ἐκάλουν μόνον, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια Βάκχους ἐκάλουν, οὐ μὴν ἀλλὰ καὶ τοὺς κλάδους οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξενοφάνης ἐν Σίλλοις οὕτως:

ἑστᾶσιν δ᾽ ἐλάτης βάκχοι πυκινὸν περὶ δῶμα.

CURFRAG.tlg-0267.16
Sch. Ar. Eq. 408
π. χρόνου οὐσίας καὶ μερῶν καὶ πόσων εἴη αἴτιος: Ξενοφάνους:

οὔτοι ἀπ᾽ ἀρχῆς πάντα θεοὶ θνητοῖς ὑπέδειξαν,
ἀλλὰ χρόνῳ ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.

CURFRAG.tlg-0267.17
Stob. Ecl. i. 8. 2
π. Θάλεω: δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν ... ὅθεν αὐτὸν καὶ Ξενοφάνης καὶ Ἡρόδοτος θαυμάζει.” Diog. L. i. 23
π. Ἐπιμενίδου καὶ ἐπανελθὼν ἐπ᾽ οἴκου μετ᾽ οὐ πολὺ μετήλλαξεν, ὥς φησι Φλέγων, βιοὺς ἔτη ἑπτὰ καὶ πεντήκοντα καὶ ἑκατόν ... ὡς δὲ Ξενοφάνης Κολοφώνιος ἀκηκοέναι φησι, τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν.” Diog. L. i. 111

ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης: Σιμωνίδης διεβέβλητο ἐπὶ φιλαργυρίᾳ ... χαριέντως δὲ πάνυ τῷ αὐτῷ λόγῳ διέσυρε ... καὶ μέμνηται ὅτι σμικρόλογος ἦν. ὅθεν Ξενοφάνης

κίμβικα

CURFRAG.tlg-0267.18
αὐτὸν προσαγορεύει.

Sch. Ar. Pac. 697

“ ... καὶ παρὰ Ξενοφάνει ἐν τετάρτῳΣίλλων:

καί κ᾽ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.

CURFRAG.tlg-0267.19
Hdn. π. μ. λ. 7. 11

τὸ

Ἔρυκος

CURFRAG.tlg-0267.20
παρὰ Ξενοφάνει ἐνέ Σίλλων.

Sch. Hom. Oxyrh. Pap. 1087. 40

π. ἐρεβίνθων: Ξενοφάνης Κολοφώνιος ἐν Παρῳδίαις:

πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ
ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα,
πίνοντα γλυκὺν οἶνον, ἐπιτρώγοντ᾽ ἐρεβίνθους:
τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτἐ ἐστί, φέριστε;
πηλίκος ἦσθ᾽ ὅθ᾽ Μῆδος ἀφίκετο;’

CURFRAG.tlg-0267.21
Ath. 2. 54e

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: